# Contra Celsum 36-2

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/36-2

Εἶτά φησιν ὁ Κέλσος· τί φησι καὶ ἀνασκολοπιζομένου τοῦ σώματος; ποῖος ἰχὼρ, οἷός περ τε ῥέει μακάρεσσι θεοῖσιν; ἐκεῖνος μὲν οὖν παίζει, ἡμεῖς δ᾿ ἀπὸ τῶν σπουδαίων εὐαγγελίων, κἂν μὴ Κέλσος βούληται, παραστήσομεν ὅτι ἰχὼρ μὲν ὁ μυθικὸς καὶ Ὁμηρικὸς οὐκ ἔῤῥευσεν αὐτοῦ ἀπὸ τοῦ σώματος· ἤδη δ᾿ αὐτοῦ ἀποθανόντος „εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία. κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει.“ τῶν μὲν οὖν ἄλλων νεκρῶν σωμάτων τὸ „αἷμα“ πήγνυται καὶ „ὕδωρ“ καθαρὸν οὐκ ἀποῤῥεῖ, τοῦ δὲ κατὰ τὸν Ἰησοῦν νεκροῦ σώματος τὸ παράδοξον καὶ περὶ τὸ νεκρὸν σῶμα ἦν „αἷμα καὶ ὕδωρ“ ἀπὸ τῶν πλευρῶν προχυθέν. εἰ δ᾿ εἰς μὲν τὸ κατηγορεῖν Ἰησοῦ καὶ Χριστιανῶν φέρων ἀπὸ τοῦ εὐαγγελίου οὐδὲ καλῶς ἑρμηνευομένας λέξεις. σιωπῶν δὲ τὰ παριστάντα τὴν θεότητα τοῦ Ἰησοῦ ἀκούειν βούλεται τὰς θεοσημίας. ἀναγνώτω τὸ εὐαγγέλιον καὶ ὁράτω ὅτι καὶ „ὁ ἑκατοντάρχης καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γινόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες· θεοῦ υἱὸς ἦν οὗτος.“

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
