Ancient Greek · ~14 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Origen, Contra Celsum 38.1
Not analysed yet
Εἶτ᾿ ἐπεὶ προκείμενον ἦν αὐτῷ κακηγορεῖν τὰ γεγραμμένα, διεχλεύασε καὶ τὸ „ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς· καὶ ᾠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα“ καὶ τὰ ἑξῆς, οὐδὲ τὴν λέξιν ἐκθέμενος. δυναμένην ἐπιστῆσαι τὸν ἀκούοντα ὅτι μετὰ τροπολογίας εἴρηται. καὶ οὐκ ἠθέλησέ γε προσποιήσασθαι ἀλληγορεῖσθαι τὰ τοιαῦτα, καίτοι γε ἐν τοῖς ἑξῆς λέγων ὅτι οἱ ἐπιεικέστεροι Ἰουδαίων τε καὶ Χριστιανῶν ἐπὶ τούτοις αἰσχυνόμενοι πειρῶνταί πως ἀλληγορεῖν αὐτά. ἔστι δ᾿ εἰπεῖν πρὸς αὐτόν· ἆρα τὰ μὲν τῷ ἐνθέῳ σου Ἡσιόδῳ εἰρημένα ἐν μύθου σχήματι περὶ τῆς γυναικὸς ἀλληγορεῖται. ὡς ἄρα δέδοται αὕτη τοῖς ἀνθρώποις ὑπὸ τοῦ Διὸς „κακὸν“ „ἀντὶ τοῦ πυρός“· ἡ δ᾿ ἀπὸ τῆς πλευρᾶς τοῦ μετ᾿ „ἔκστασιν“ κοιμηθέντος ληφθεῖσα γυνὴ καὶ οἰκοδομηθεῖσα ὑπὸ τοῦ θεοῦ χωρὶς παντὸς λόγου καί τινος ἐπικρύψεως λελέχθαι σοι φαίνεται; ἀλλ᾿ οὐκ εὔγνωμον ἐκεῖνα μὲν μὴ γελᾶν ὡς μῦθον ἀλλὰ θαυμάζειν ὡς ἐν μύθῳ φιλοσοφούμενα, ταῦτα δὲ μόνῃ τῇ λέξει τὴν διάνοιαν ἐναπερείσαντα μυχθίζειν καὶ μηδενὸς λόγου νομίζειν ἔσεσθαι. εἰ γὰρ ψιλῆς ἕνεκεν λέξεως χρὴ κατηγορεῖν τῶν ἐν ὑπονοίαις λελεγμένων, ὅρα εἰ μὴ τὰ Ἡσιόδου μᾶλλον γέλωτα μέλλει ὀφλεῖν, ἀνδρὸς, ὡς φῂς, ἐνθέου τοιαῦτα γράψαντος· τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἰαπετιονίδη. πάντων πέρι μήδεα εἰδὼς, χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρέ νας ἠπεροπεύσας, σοί τ᾿ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισι. τοῖς δ᾿ ἐγὼ ἀντὶ πυρὸς δώσω κακὸν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες. ὣς ἔφατ᾿· ἐκ δ᾿ ἐτέλεσσε πατὴρ ἀνδρῶν τε θεῶν τε Ἥφαιστον δ᾿ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ᾿ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτοις δὲ θεοῖς εἰς ὦπα ἐΐσκειν παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην ἔργα διδασκέμεναι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσῆν Ἀφροδίτην καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδῶνας· ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος (Ἑρμείην ἤνωγε. διάκτορον ἀργεϊφόντην.) ὣς ἔφαθ᾿· οἱ δ᾿ ἐπίθοντο Διῒ Κρονίωνι ἄνακτι. αὐτίκα δ᾿ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὅρμους χρυσείους ἔθεσαν (χροΐ·) ἀμφὶ δὲ τήνδε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· πάντα δέ (οἱ) χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη· ἐν δ᾿ ἄρα οἱ στήθεσσι διάκτορος ἀργεϊφόντης ψεύδεά θ᾿ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ᾿ ἄρα φωνὴν θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρη. ὅτι πάντες Ὀλύμπια δώματ᾿ ἔχοντες δῶρον ἐδώρησαν, πῆμ᾿ ἀνδράσιν ἀλφηστῇσι. γελοῖον δ᾿ αὐτόθεν καὶ τὸ περὶ τοῦ πίθου λεγόμενον, ὅτι πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τ᾿ ἀργαλέων. αἵ τ᾿ ἀνδράσι κῆρας ἔδωκαν. ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ᾿ ἀφελοῦσα ἐσκέδασ᾿· ἀνθρώποισι δ᾿ ἐμήσατο κήδεα λυγρά. μούνη δ᾿ αὐτόθε Ἐλπὶς ἐν ἀῤῥήκτοισι δόμοισιν ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο. πρὸς δὲ τὸν ταῦτα σεμνῶς ἀλληγοροῦντα, εἴτ᾿ ἐπιτυγχάνοντα ἐν τῇ ἀλληγορίᾳ εἴτε καὶ μὴ, ἐροῦμεν· ἆρα μόνοις Ἕλλησιν ἐν ὑπονοίᾳ ἔξεστι φιλοσοφεῖν, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ ὅσοι τῶν βαρβάρων σεμνύνονται ἐπὶ μυστηρίοις καὶ ἀληθείᾳ· μόνοι δὲ Ἰουδαῖοι ἔδοξάν σοι καὶ ὁ τούτων νομοθέτης καὶ οἱ συγγραφεῖς πάντων ἀνθρώπων εἶναι ἀνοητότατοι, καὶ μόνον τοῦτο τὸ ἔθνος οὐδεμιᾶς δυνάμεως θεοῦ μετειληφέναι. τὸ οὕτως μεγαλοφυέστατα δεδιδαγμένον ἀναβαίνειν ἐπὶ τὴν ἀγένητον τοῦ θεοῦ φύσιν κἀκείνῳ μόνῳ ἐνορᾶν καὶ τὰς ἀπ᾿ αὐτοῦ μόνου ἐλπίδας προσδοκᾶν;