# Contra Celsum 39-7

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/39-7

Περιθεὶς δ᾿ ἡμῖν τοιούτους λόγους καὶ συκοφαντῶν Χριστιανοὺς, οὐ λέγοντας τὰ τοιαῦτα, ἑαυτῷ ἀπολογίαν πορίζειν νομίζει, παίγνιον μᾶλλον ἢ ἀπολογίαν τυγχάνουσαν, ἐν ᾗ φησιν ὡς πρὸς ἡμᾶς· οὐχ ὁρᾷς οὖν, ὦ βέλτιστε, ὅτι καὶ τὸν σὸν δαίμονα καταστάς τις οὐ βλασφημεῖ μόνον ἀλλὰ καὶ πάσης γῆς καὶ θαλάσσης ἐκκηρύττει καὶ σὲ τὸν καθωσιωμένον ὥσπερ ἄγαλμα αὐτῷ δήσας ἀπάγει καὶ ἀνασκολοπίζει· καὶ ὁ δαίμων ἢ, ὡς σὺ φῂς, ὁ τοῦ θεοῦ παῖς οὐδὲν αὐτὸν ἀμύνεται; χώραν δ᾿ εἶχεν ἡ ἀπολογία αὕτη, εἰ τοιούτοις λόγοις, ὁποίους ἡμᾶς ἀνέγραψε λέγοντας, ἐχρώμεθα· καίτοι γε οὐδ᾿ οὕτως ἀληθῆ ἔλεγε, δαίμονα εἰπὼν τὸν υἱὸν τοῦ θεοῦ. κατὰ μὲν οὖν ἡμᾶς, τοὺς λέγοντας πάντας δαίμονας εἶναι φαύλους, οὐ δαίμων ὁ τοὺς τοσούσδε ἐπιστρέψας πρὸς τὸν θεὸν ἀλλὰ θεὸς λόγος καὶ θεοῦ παῖς· κατὰ δὲ Κέλσον, μηδὲν ἐμφήναντα περὶ φαύλων δαιμόνων οὐκ οἶδ᾿ ὅπως ἐπιλαθόμενον ἑαυτοῦ, δαίμων ὁ Ἰησοῦς εἴρηται. ὕστερον μέντοι γε τὰ λεγόμενα περὶ τῶν ἀσεβῶν φθάσει μετὰ πάντα τὰ φάρμακα, ἅπερ οὐ προσήκαντο, ἐπὶ τοὺς καταλαμβανομένους ἐν τῇ, ὡς ἂν εἴποι τις, ἀνιάτῳ κακίᾳ.

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
