# Contra Celsum 53-4

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/53-4

Ἤρκει μὲν οὖν τὰ προειρημένα ἐν τοῖς ἰδίᾳ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξετασθεῖσι πρὸς τὰς Κέλσου λέξεις· ἵνα δὲ μὴ δοκῶμεν τόπον τινὰ αὐτοῦ τῆς γραφῆς ὑπερβαίνειν ἑκόντες ὡς μὴ δεδυνημένοι λέγειν πρὸς αὐτὸν, φέρε, εἰ καὶ ταυτολογεῖν μέλλομεν, ἐπὶ τοῦτο ἡμᾶς τοῦ Κέλσου προκαλουμένου, ὅση δύναμις ἐπιτεμώμεθα τὸν λόγον, ἐὰν ἄρα τι ὑποπέσῃ περὶ τῶν αὐτῶν ἢ ἐναργέστερον ἢ καινότερον. φησὶ δὴ παραλιπεῖν ὅσα περὶ τοῦ διδασκάλου Χριστιανοὶ διελέγχονται, οὐ παραλιπών (τι) ὧν ἐδύνατο λέγειν· ὅπερ ἐστὶ φανερὸν ἐκ τῶν ἀνωτέρω αὐτῷ λελεγμένων· ἄλλως δὲ ῥητορικῇ ἐγχειρήσει κατακολουθῶν τὸ τοιοῦτο ποιεῖ. ἀλλὰ καὶ ὅτι οὐ διελεγχόμεθα περὶ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, κἂν δοκῇ ὁ ἐγκαλῶν διελέγχειν, δῆλον ἔσται τοῖς φιλαλήθως καὶ ἐξεταστικῶς ὅλοις τοῖς περὶ αὐτοῦ προφητευομένοις καὶ ἀναγεγραμμένοις ἐντυγχάνουσιν. ἑξῆς δὲ, ἐπεὶ νομίζεται συγχωρητικῶς λέγειν περὶ τοῦ σωτῆρος οτι δοκείτω τις ὡς ἀληθῶς ἄγγελος οὗτος εἶναι, φαμὲν ὅτι τοῦτ᾿ οὐχ ὡς συγχωρούμενον ἀπὸ Κέλσου λαμβάνομεν, τῷ δ᾿ ἔργῳ αὐτοῦ ἐνορῶντες ὅλῳ τῷ γένει τῶν ἀνθρώπων ἐπιδεδημηκότος κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν διδασκαλίαν, ὡς ἕκαστος ἐχώρει τῶν προσιεμένων αὐτόν. ὅπερ ἔργον ἦν τοῦ, ὡς ὠνόμασεν ἡ περὶ αὐτοῦ προφητεία, οὐχ ἁπαξαπλῶς ἀγγέλου ἀλλὰ τοῦ τῆς „μεγάλης βουλῆς“ ἀγγέλου· ἤγγελλε γὰρ ἀνθρώποις τὴν μεγάλην τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων περὶ αὐτῶν βουλὴν, εἰκόντων μὲν τῷ βιοῦν ἐν καθαρᾷ θεοσεβείᾳ ὡς ἀναβαινόντων διὰ τῶν μεγάλων πράξεων πρὸς τὸν θεὸν, μὴ προσιεμένων δὲ ὡς ἑαυτοὺς μακρυνόντων ἀπὸ τοῦ θεοῦ καὶ ἐπὶ τὴν ἀπώλειαν διὰ τῆς περὶ θεοῦ ἀπιστίας ὁδευόντων. εἶθ᾿ ἑξῆς φησιν· εἰ καὶ ἄγγελος οὗτος πρὸς ἀνθρώπους ἦλθεν. ἆρα πρῶτος ἧκε καὶ μόνος, ἤ καὶ ἄλλοι πρότερον; καὶ πρὸς ἑκάτερον δὲ διὰ πλειόνων οἴεται ἀπαντᾶν, οὐδενὸς δὴ τῶν ὡς ἀληθῶς Χριστιανῶν λέγοντος μόνον τὸν Χριστὸν ἐπιδεδημηκέναι τῷ (γένει τῶν ἀνθρώπων·) καὶ ἄλλους ὦφθαί φησιν ἀνθρώποις ὁ Κέλσος, εἰ μὲν δὴ φαῖεν ὅτι μόνος.

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
