# Contra Celsum 54-7

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/54-7

Ἐπεὶ ουν ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Ἡρακλέα, ἀπομνημονεύματα λόγων αὐτοῦ ἡμῖν παραστησάτω καὶ περὶ τῆς παρ᾿ Ὀμφάλῃ ἀσέμνου δουλείας αὐτοῦ ἀπολογησάσθω, δεικνύτω δὲ εἰ θείας τιμῆς ἄξιος ἦν ὁ τοῦ γεωργοῦ βίᾳ καὶ λῃστρικῶς τὸν βοῦν λαβὼν καὶ καταθοινησάμενος καὶ ἡσθεὶς ἐφ᾿ οἷς ἐκεῖνος καταρώμενος ἔλεγε πρὸς αὐτὸν ἐσθίοντα· ὡς καὶ μέχρι τοῦδε ἱστορεῖσθαι τὸν Ἡρακλέος δαίμονα λαμβάνειν μετὰ τῶν ἀρῶν τὴν θυσίαν. καλεῖ δ᾿ ἡμᾶς ἐπὶ τὴν περὶ Ἀσκληπιοῦ ταυτολογίαν, προειρηκότας καὶ περὶ αὐτοῦ. ἀλλ᾿ ἡμεῖς ἐκείνοις ἀρκούμεθα. τί δὲ καὶ θαυμάσας Ὀρφέως ὁμολογουμένως φησὶν αὐτὸν ὁσίῳ χρησάμενον πνεύματι καλῶς βεβιωκέναι; θαυμάζω δὲ εἰ μὴ καὶ Κέλσος διὰ μὲν τὴν πρὸς ἡμᾶς φιλονεικίαν, καὶ ἵνα Ἰησοῦν ἐξευτελίσῃ, νῦν ὑμνεῖ Ὀρφέα, ὅτε δ᾿ ἐνετύγχανεν· αὐτοῦ τοῖς ὡς περὶ θεῶν ἀσεβέσι μύθοις, οὐκ ἀπεστρέφετο τὰ ποιήματα ὡς μᾶλλον καὶ τῶν Ὁμήρου ἄξια ἐκβάλλεσθαι τῆς καλῆς πολιτείας· καὶ γὰρ πολλῷ χείρονα περὶ τῶν νομιζομένων εἶπε θεῶν Ὀρφεὺς ἢ Ὅμηρος. γενναῖος μὲν οὖν ὁ Ἀνάξαρχος, λέγων τῷ τῆς Κύπρου τυράννῳ Ἀριστοκρέοντι· „πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον“· μονογενὲς δὲ τοῦτο περὶ Ἀναξάρχου ἴσασι θαυμαζόμενον Ἕλληνες, ἐφ᾿ ᾧ εἰ καὶ, ὡς Κέλσος, ἀξίως ἐχρῆν τινας σέβειν ἄνθρωπον δι᾿ ἀρετὴν, οὐκ ἦν εὔλογον ἀναγορεύεσθαι τὸν Ἀνάξαρχον θεόν. καὶ ἐπὶ Ἐπίκτητον δὲ ἡμᾶς ἀναπέμπει, θαυμάσας τὸ εὐγενῶς μὲν αὐτῷ λελεγμένον, οὐ μὴν ὥστε παραβληθῆναι αὐτοῦ τὸν ἐπὶ τῇ κατάξει τοῦ σκέλους λόγον τοῖς παραδόξοις τοῦ Ἰησοῦ ἔργοις ἀπιστουμένοις ὑπὸ Κέλσου καὶ λόγοις, διὰ τὸ καὶ δυνάμει λελέχθαι θείᾳ μέχρι δεῦρο ἐπιστρέφοντας οὐ τῶν ἁπλουστέρων τινὰς μόνον ἀλλὰ καὶ πολλοὺς τῶν συνετωτέρων.

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
