# Contra Celsum 6-7

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/6-7

Ἐπεὶ δὲ καὶ ἄλλην λέξιν οὕτως ἔχουσαν ἐκτίθεται ἀπὸ τῆς Πλάτωνος ἐπιστολῆς ὁ Κέλσος· „εἰ δέ μοι ἐφαίνετο γραπτέα τε ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητὰ, τί κάλλιον ἐπέπρακτο ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς τοῖς πᾶσι προαγαγεῖν;“ φέρε καὶ περὶ τούτου βραχέα διαλεχθῶμεν, πότερον μὲν εἶχέ τι Πλάτων σεμνότερον ὧν ἔγραψε καὶ θειότερον ὧν κατέλιπεν ἢ μὴ, καταλιπόντες ἑκάστῳ ἐξετάζειν κατὰ τὸ δυνατὸν, δεικνύντες (δ᾿) ὅτι καὶ οἱ καθ᾿ ἡμᾶς προφῆται ἐφρόνουν τινὰ μείζονα γραμμάτων, ἅπερ οὐκ ἔγραψαν. ὁ μὲν γὰρ Ἰεζεκιὴλ κεφαλίδα λαμβάνει „βιβλίου,“ γεγραμμένην „ἔμπροσθεν“ καὶ ὄπισθεν, ἐν ᾗ „θρῆνος“ ἦν „καὶ μέλος καὶ οὐαὶ,“ καὶ προστάξαντος αὐτῷ τοῦ λόγου κατεσθίει τὴν βίβλον, ἵν᾿ αὐτὴν μὴ γράψῃ καὶ προδῷ ἀναξίοις· καὶ ὁ Ἰωάννης δὲ τὸ παραπλήσιον ἀναγέγραπται ἑωρακέναι καὶ πεποιηκέναι· ἀλλὰ καὶ ὁ Παῦλος „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.“ ὁ δὲ πάντων τούτων κρείσσων Ἰησοῦς ὅτι μὲν „ἐλάλει“ τὸν τοῦ θεοῦ λόγον „τοῖς μαθηταῖς“ „κατ᾿ ἰδίαν“ καὶ μάλιστα ἐν ταῖς ἀναχωρήσεσιν εἴρηται, τίνα δ᾿ ἦν ἃ ἔλεγεν, οὐκ ἀναγέγραπται. οὐ γὰρ „ἐφαίνετο“ αὐτοῖς „γραπτέα ἱκανῶς εἶναι“ ταῦτα „πρὸς τοὺς πολλοὺς“ οὐδὲ „ῥητά.“ καὶ, εἰ μὴ φορτικὸν εἰπεῖν περὶ τῶν τηλικούτων ἀνδρῶν τὸ ἀληθὲς, φημὶ ὅτι μᾶλλον Πλάτωνος οὗτοι ἑώρων ἀφ᾿ ὧν ἐλάμβανον χάριτι θεοῦ νοημάτων, τίνα μὲν τὰ „γραπτέα“ καὶ πῶς „γραπτέα“ τίνα δὲ οὐδαμῶς „γραπτέα“ τοὺς πολλοὺς,“ καὶ τίνα μὲν „ῥητὰ“ τίνα δὲ οὐ τοιαῦτα. πάλιν τε αὖ ὁ Ἰωάννης, διδάσκων ἡμᾶς γραπτέων καὶ οὐ γραπτέων διαφορὰν, ἑπτὰ βροντῶν φησιν ἀκηκοέναι περί τινων διδασκουσῶν αὐτὸν καὶ ἀπαγορευουσῶν γραφῇ παραδοῦναι τοὺς λόγους αὐτῶν.

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
