# Contra Celsum 72-4

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/72-4

Διόπερ μάτην λέλεκται τῷ Κέλσῳ, ὡς μὴ εἰδότι τὰ τοῦ πνεύματος τοῦ θεοῦ, ὅτι ἐπείπερ πνεῦμά ἐστιν ἀπὸ τοῦ θεοῦ ὁ υἱὸς ἐν ἀνθρωπίνῳ γεγονὼς σώματι, οὐδ᾿ ἂν αὐτὸς εἴη ἀθάνατος ὁ τοῦ θεοῦ υἱός. εἶτα πάλιν ἑαυτῷ φύρει τὸν λόγον, ὥς τινων ἀφ᾿ ἡμῶν οὐχ ὁμολογησόντων πνεῦμα εἶναι τὸν θεὸν ἀλλὰ τὸν υἱὸν αὐτοῦ, καὶ οἴεται ἀπαντᾶν λέγων ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πνεύματος, ὥστ᾿ ἀεὶ διαμένειν· ὡσεὶ καὶ, λεγόντων ἡμῶν ὅτι ὁ θεὸς „πῦρ“ ἐστι „καταναλίσκον,“ ἔλεγεν ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πυρὸς, ὥστ᾿ ἀεὶ διαμένειν· οὐχ ὁρῶν πῶς λέγομεν εἶναι „πῦρ“ τὸν θεὸν ἡμῶν, καὶ τίνων ἀναλωτικὸν, ὅτι ἁμαρτημάτων καὶ τῆς κακίας. πρέπει γὰρ θεῷ ἀγαθῷ μετὰ τὸ ἕκαστον φανῆναι ἀγωνισάμενον, ὁποῖος γέγονεν ἀγωνιστὴς, ἀναλῶσαι τῷ πυρὶ τῶν κολάσεων τὴν κακίαν. εἶτα πάλιν ἑαυτῷ τὸ μὴ λεγόμενον ὑφ᾿ ἡμῶν λαμβάνει. ὅτι ἀναγκαῖόν ἐστι τὸ ἀναπεπνευκέναι τὸν θεόν. καὶ τούτῳ ἀκόλουθον τὸ μὴ δύνασθαι ἀναστῆναι μετὰ τοῦ σώματος τὸν Ἰησοῦν· οὐκ ἂν γὰρ ἀπειλήφει ὃ δέδωκε πνεῦμα ὁ θεὸς καταμεμολυσμένον τῇ τοῦ σώματος φύσει. εὔηθες οὖν ἀπαντᾶν ἡμᾶς πρὸς τοὺς λόγους ὡς ἡμετέρους τοὺς μὴ ἡμετέρους.

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
