Ancient Greek · ~21 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Origen, Contra Celsum 77.1
Not analysed yet
Πάλιν τε αὖ ὁ λέγων· ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθὼ πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν καὶ διὰ τοῦτο χρήσιμον τοιοῦτο φαινόμενον, ὁποῖον ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἃ βούλεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν καὶ πάσης ποιότητος, ἣν ὁ τεχνίτης βούλεται, δεκτικὴν, ὁτὲ μὲν ἔχειν ποιότητα, καθ᾿ ἣν λέγεται τό· „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,“ ὁτὲ δὲ οὕτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς „ἐπὶ πρόσωπον“ πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ· τρεῖς ἀποστόλους. ἀλλ᾿ ἐρεῖ ταῦτ᾿ εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων. πρὸς τόδε (μὲν οὖν) διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπελογησάμεθα· ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλλων τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς φὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ „εἰς ὑψηλὸν,“ ὃ ἀποδεδώκαμεν, „ὄρος“ δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος „οὐκ ἔχει εἶδος οὐδὲ κάλλος“· τὸ γὰρ „εἶδος αὐτοῦ“ τοῖς τοιούτοις ἐστὶν „ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς „ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους „υἱοὺς ἀνθρώπων. “εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας „υἱοὺς ἀνθρώπων,“ παρὰ τὸν τοῖς πολλοῖς κηρυσσόμενον θεοῦ λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν „κηρύγματος“· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν „τοῦ κηρύγματος“ λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· „εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. “τοῖς μέντοι (ἐκ τοῦ) ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ „εἰς τὸ ὑψηλὸν ὄρος“ θειοτέραν μορφὴν ἔχει· ἣν βλέπουσιν, εἴ τις ἐστὶ „Πέτρος,“ χωρήσας τὴν τῆς ἐκκλησίας ἐν αὑτῷ οἰκοδομὴν ἀπὸ τοῦ λόγου καὶ τοσαύτην ἕξιν ἀναλαβὼν, ὡς μηδεμίαν πύλην ᾅδου κατισχύσειν αὐτοῦ, ὑψωθέντος διὰ τὸν λόγον „ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν“ ἐξαγγείλῃ „πάσας τὰς αἰνέσεις“ τοῦ θεοῦ „ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών“· καὶ εἴ τινες εἰσὶν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων, οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς „βροντῆς. “<καὶ „τὰ ἱμάτια“ δὲ „αὐτοῦ“ κάτω ἄλλα ἐστὶν, οὐκ ἔστι „λευκὰ,“ οὐκ ἔστιν „ὡς τὸ φῶς“· ἐὰν ἀναβῇς „εἰς τὸ ὄρος τὸ ὑψηλὸν,“ ὄψει αὐτοῦ φῶς καὶ „τὰ ἱμάτια. “„τὰ ἱμάτια“ τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς, ἔνδυμα τῶν θείων νοημάτων τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται καὶ ἀναβὰς μεταμορφοῦται καὶ γίνεται „τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος,“ οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ „τὰ ἱμάτια“· ὅταν δὲ ᾖς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι „λευκά“· ἐὰν δὲ ἀναβῇς, ὄψει τὸ κάλλος καὶ „τὸ φῶς“ τῶν ἱματίων, καὶ „τὸ πρόσωπον“ θαυμάσεις τοῦ Ἰησοῦ μεταμορφωθέν. ὅρα δὲ εἰ μὴ ὅμοιόν ἐστι καὶ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου ἐξ Ἀβραὰμ καὶ „γεννωμένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα,“ „βίβλος“ ἐστὶ „γενέσεως Ἰησοῦ Χριστοῦ“· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων ἂν καὶ ὑπ᾿ αὐτοῦ ἀπαγγελλομένων φησὶν ὁ Ἰωάννης, ὡς ἄρα „οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γραφόμενα βιβλία. “τὸ γὰρ μὴ „χωρεῖν τὸν κόσμον τὰ γραφόμενα βιβλία“ οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέθους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι ἀλλ᾿ οὐδὲ διὰ γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς ἀνθρωπίναις σημαίνεσθαι. ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθ᾿ ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν ἁρπάζεται, ἵνα τὰ ἐκεῖθεν „ἄῤῥητα ῥήματα“ ἀκοῦσαι δυνηθῇ. τὰ γὰρ ἐνθάδε λαλούμενα καὶ λόγος εἶναι θεοῦ νομιζόμενα, τοῦ λόγου σαρκωθέντος καὶ καθὸ „θεός“ ἐστι „πρὸς τὸν θεὸν“ ἑαυτὸν κενοῦντος, ἀπαγγέλλεται. διόπερ τὸν τοῦ θεοῦ λόγον ἐπὶ „γῆς, ἐπεὶ ἄνθρωπος γέγονεν, ἀνθρώπινον βλέπομεν· ἀεὶ γὰρ ἐν ταῖς γραφαῖς „ὁ λόγος σὰρξ ἐγένετο,“ ἵνα κατασκηνώσῃ „ἐν ἡμῖν“· ἀλλ᾿ ἐὰν εἰς „τὸ στῆθος“ τοῦ σαρκωθέντος λόγου ἀνακλιθῶμεν καὶ ἀνιόντι αὐτῷ „εἰς τὸ ὑψηλον ὄρος“ ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό· „εἴδομεν τὴν δόξαν αὐτοῦ“· τάχα μέν τινων καὶ ἑτέρων παρὰ τοὺς ἀνακλιθέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ „εἰς τὸ ὄρος τὸ ὑψηλὸν“ λεξόντων τό· „εἴδομεν τὴν δόξαν αὐτοῦ,“ οὐκέτι δὲ προσθησόντων τό· „δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς. πλήρης χάριτος καὶ ἀληθείας“· Ἰωάννῃ γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή. καὶ καθ᾿ ἑτέραν δὲ ὑψηλοτέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακολουθεῖν, ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὄψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθ᾿ ἑκάστην γραφήν· οἱονεὶ τοῦ μὲν τοῖς πολλοῖς φαινομένου Ἰησοῦ τῆς προχείρου λέξεως ὄντος, τοῦ δὲ „εἰς ὄρος ὑψηλὸν“ ἀνιόντος καὶ μεταμορφουμένου σφόδρα ὀλίγοις τῶν μαθητῶν καὶ τοῖς ἀκολουθῆσαι εἰς τὰ ὑψηλὰ δεδυνημένοις τοῦ ἀνωτάτου καὶ ὑψηλοτάτου νοῦ, περιέχοντος λόγια τῆς „ἐν μυστηρίῳ“ ἀποκεκρυμμένης σοφίας, „ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν“ τῶν δικαίων αὐτοῦ. >ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; ἐγὼ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν.