# Contra Celsum 91

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/91

Ἀλλὰ καὶ εἴπερ οἰωνοὶ οἰωνοῖς μάχονται (καὶ,) ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ μαντικοὶ ὄρνεις καὶ τὰ (ἄλλα) ἄλογα ζῷα καὶ ἐννοίας τοῦ θείου καὶ πρόγνωσιν περὶ μελλόντων τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτ᾿ ἂν ἡ καθ᾿ Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν, οὔτ᾿ ἂν ὁ κατὰ τὸν αὐτὸν ποιητὴν δράκων οὐκ ἐφυλάξατο ὑπὸ τοῦ ἀετοῦ ληφθῆναι. φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα· ἔνθ᾿ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς, σμερδαλέος, τὸν δ᾿ αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ἔνθα δ᾿ ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα, ὄζῳ ἐπ᾿ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες, ὀκτὼ. ἀτὰρ μήτηρ ἐνάτη ἦν. ἣ τέκε τέκνα. ἔνθ᾿ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· μήτηρ δ᾿ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δ᾿ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. αὐτὰρ ἐπεὶ κατὰ τέκν᾿ ἔφαγε στρουθοῖο καὶ αὐτὴν, τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν· λᾶαν γάρ μιν θῆκε Κρόνου παῖς ἀγκυλομήτεω. ἡμεῖς δ᾿ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ᾿ ἑκατόμβας, περὶ δὲ τοῦ δευτέρου ὅτι ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπ᾿ ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζωὸν. ἔτ᾿ ἀσπαίροντα· ὁ δ᾿ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν, ἰδνωθεὶς ὀπίσω· ὁ δ᾿ ἀπὸ ἕθεν ἧκε χαμᾶζε. ἀλγήσας ὀδύνῃσι, μέσῳ δ᾿ ἐγκάββαλ᾿ ὁμίλῳ· αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δ᾿ ἐῤῥίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο. ἆρ᾿ οὖν ὁ μὲν ἀετὸς ἦν μαντικὸς, ὁ δὲ δράκων, ἐπεὶ καὶ τούτῳ χρῶνται τῷ ζῴῳ οἱ οἰωνοσκόποι, οὐκ ἦν μαντικός; τί δὲ, ἐπεὶ τὸ ἀποκληρωτικὸν εὐέλεγκτόν ἐστιν, οὐχὶ καὶ τὸ ἀμφοτέρους εἶναι μαντικοὺς ἐλεγχθείη ἄν; οὐκ ἂν γὰρ ὁ δράκων ὢν μαντικὸς οὐκ ἐφυλάξατο τάδε τινὰ ἀπὸ τοῦ ἀετοῦ παθεῖν; καὶ ἄλλα δ᾿ ἂν μυρία τοιαῦτα εὕροι τις παραδείγματα, παριστάντα ὅτι οὐ τὰ ζῷα μέν ἐστιν ἐν ἑαυτοῖς ἔχοντα μαντικὴν ψυχήν· ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται ἱέρακι· „κίρκος“ (γὰρ) „Ἀπόλλωνος“ εἶναι λέγεται „ταχὺς ἄγγελος.“

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
