# De Engastrimytho 3

Origen, De Engastrimytho, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-engastrimytho/3

Καὶ μὴν γοῦν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ. λέγει ἡ ἐγγαστρίμυθος ἑωρακέναι τὸν Σαμουήλ, ψεύδεται. Σαμουὴλ οὐχ ἀνήχθη, Σαμουὴλ οὐ λαλεῖ. ἀλλ’ ὥσπερ εἰσί τινες ψευδοπροφῆται λέγοντες· »τάδε λέγει κύριος« καὶ »κύριος οὐκ ἐλάλησεν«, οὕτως καὶ τὸ δαιμόνιον τοῦτο ψεύδεται, ἐπαγγελλόμενον ἀνάγειν τὸν ὑπὸ τοῦ Σαοὺλ προστασσόμενον. »τίνα γὰρ ἀναγάγω;« φησίν· »Σαμουὴλ ἀνάγαγέ μοι«. καὶ ταῦτα λέγεται ὑπὸ τῶν φασκόντων τὴν ταύτην μὴ εἶναι ἀληθῆ· Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ὑπὸ ἐγγαστριμύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀναδείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμα τῷ ἀπογαλακτισθῆναι ἐνδυσάμενος ἐφοὺδ καὶ διπλοΐδα καὶ ἱερεὺς γενόμενος τοῦ κυρίου, ᾡ παιδίῳ ἔτι ὄντι ἔχρημάτισεν ὁ κύριος λαλῶν; Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν τοῖς καταχθονίοις ὁ διαδεξάμενος Ἡλὶ διὰ τὰ τῶν τέκνων ἁμαρτήματα καὶ παρανομήματα καταδικασθέντα ὑπὸ τῆς προνοίας; Σαμουὴλ ἐν ᾅδου, οὗ ὁ θεὸς ἐπήκουσεν ἐν καιρῷ θερισμοῦ πυρῶν, καὶ ὑετὸν ἔδωκεν ἐλθεῖν ἀπ’ οὐρανοῦ; Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά | | τινος ἔλαβεν; οὐκ ἔλαβεν τὸν μόσχον, οὐκ ἔλαβεν τὸν βοῦν, ἔκρινεν καὶ κατεδίκασεν τὸν λαὸν μένων πένης· οὐδέποτε ἐπεθύμησεν λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου. Σαμουὴλ ἴνα τί ἐν ᾅδου; ὁρᾶτε τί ἀκολουθεῖ τῷ Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Μωσῆς ὁ συνεζευγμένος τῷ Σαμουὴλ κατὰ τὸ εἰρημένον· οὐδὲ ἐὰν στῇ Μωσῆς καὶ Σαμουήλ, οὐδὲ ἐκείνων ; Σαμουὴλ ἐν ᾅδου; ἵνα τί μὴ καὶ Ἱερεμίας έν ᾅδου, πρὸς ὃν εἰρηται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«; ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου.

---

Origenes, De Engastrimytho, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg013.local001/.
