Ancient Greek · ~13 min
Section 9
Origen, De Engastrimytho 9.1
Not analysed yet
Καὶ τοῦτο δὲ προσθετέον τῷ λόγῳ ὅτι εἰ Σαμουὴλ ἦν, καὶ ἐξελθόντος ἀπέστη ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἀπέστη ἀπ’ αὐτοῦ ἡ προφητεία, οὐκ ἄρα ἀληθεύει ὁ λέγων ἀπόστολος· »ἄρτι προφητεύω ἐκ μέρους, καὶ ἐκ μέρους γινώσκω· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται«. οὐκοῦν τὸ τέλειον μετὰ τὸν βίον ἐστίν. καὶ εἴ τι ἐπροφήτευσεν Ἡσαΐας, ἐκ μέρους προεφήτευσεν μετὰ πάσης παρρησίας· μεμαρτύρηται δὲ τὰ ἐνθάδε ὁ Δαβὶδ ἐπὶ τὸ τέλειον τῆς προφητείας. οὐκ ἀπέβαλεν οὖν τὴν χάριν τὴν προφητικὴν Σαμουήλ. ὅτι δὲ οὐκ ἀπέβαλεν, οὕτως αὐτῇ ἐχρῆτο, ὡς οἱ γλώσσαις λαλοῦντες, ὥστε ἂν εἰπεῖν· »τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν«; καίτοι ἐκκλησίαν οὐκ οἰκοδομεῖ ὀ γλώσσῃ λαλῶν· καὶ γὰρ λέγει ὁ Παῦλος ὅτι ἐκκλησίαν οἰκοδομεῖ ὁ προφητεύων, αὐταῖς λέξεσι λέγων· »ὁ δὲ προφη- τεύων ἐκκλησίαν οἰκοδομεῖ«. εἰ δὲ »ὁ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ«, εἶκεν δὲ χάριν προφητικήν οὐ γὰρ ἀπολωλέχει αὐτὴν μὴ ἁμαρτήσας· μόνος γὰρ ἀπόλλυσι χάριν προφητικήν, ὃς μετὰ τὸ προφητεῦσαι πεποίηκεν ἀνάξια τοῦ πνεύματος τοῦ ἁγίου, ὥστ’ ἐγκα- ταλιπεῖν αὐτὸν καὶ φυγεῖν ἀπὸ τοῦ ἡγεμονικοῦ αὐτοῦ· ὅπερ ἐφοβεῖτο τότε μετὰ τὴν ἁμαρτίαν καὶ ὁ Δαβίδ, καὶ ἔλεγεν· »καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ«), εἰ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον προφητεύει, καὶ Σαμουὴλ προφήτης ἦν, »ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ«, τίνα οἰκοδομεῖ; εἰς οὐρανὸν προφητεύει; τίνι; ἀγγέλοις, τοῖς μὴ χρείαν ἔχουσιν; »οὐ χρείαν ἒχουσιν] οἱ ἀλλ’ οἱ κακῶς ἔχοντες«. δέονταί τινες τῆς προφητείας αὐτοῦ· οὐ γὰρ ἀργεῖ χάρις προφητική, οὐδὲν χάρισμα ἀγρεῖ τῶν έν τῷ ἁγίῳ. τῆς οὖν χάριτος τῆς προφητικῆς αἱ ψυχαὶ τῶν κοιμωμένων (ἳνα καὶ εἴπω) ἐδέοντο. ἀλλ’ ἐνθάδε μὲν χρείαν εἶχεν τοῦ προφήτου Ἰσραήλ· καὶ ὁ κοιμώμενος δέ, ὁ ἀπηλλαγμένος τοῦ βίου, χρείαν εἶχεν τῶν προφητῶν, ἵνα πάλιν οἱ προφῆται αὐτῷ κηρύξωσιν τὴν Χριστοῦ ἐπιδημίαν. ἄλλως τε καὶ πρὸ τῆς τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπιδημίας ἀδύνατον ἦν τινα παρελθεῖν ὅπου τὸ ξύλον τῆς ζωῆς, ἀδύνατον ἦν παρελθεῖν τὰ τεταγμένα φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς· »ἔταξεν τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς«. τίς ἠδύνατο ὁδοποιῆσαι; τίς ἠδύνατο τὴν φλογίνην ῥομφαίαν ποιῆσαι διελθεῖν τινα; ὥσπερ θάλασσαν οὐκ ἦν οὐδενὸς ὁδοποιῆσαι ἢ τοῦ καὶ τοῦ στύλου τοῦ πυρίνου, τοῦ στύλου τοῦ φωτὸς τοῦ ἀπὸ τοῦ θεοῦ, ὥσπερ τὸν Ἰορδάνην οὐκ ἦν οὐδενὸς ὁδοποιῆσαι ἢ Ἰησοῦ τοῦ ἀληθινοῦ θεοῦ τύπος ἦν ἐκεῖνος ὁ Ἰησοῦς)· οὕτω διὰ τῆς φλογίνης ῥομφαίας Σαμουὴλ οὐκ ἠδύνατο διελθεῖν, οὐκ Ἀβραάμ. διὰ τοῦτο καὶ Ἀβραὰμ βλέπεται ὑπὸ τοῦ κολαζομένου, ||καὶ ὑπάρχων ἐν βασάνοις ὁ πλούσιος ἐπάρας τοὺς ὀφθαλμοὺς ὁρᾷ ,εἰ καὶ ἀπὸ μακρόθεν ,ἄλλ’ ὁρᾷ, καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις . περιέμενον οὖν τὴν τοῦ κυρίου μου Ιησοῦ Χριστοῦ ἐπιόημίαν καὶ πα- τριáρχαι καὶ προφῆται καὶ πάντες, ἵν ουττος τὴν ὁδὸν a̓νοίξῃ. ψώ εἰμι ἡ ὁόόςς, Πrώ έͅμι ὴ θύραa. ὁδός ἐστιν ἐπὶ τὸ ξύλον τῆς ςωῆς, ἕνα γένηται Ἀν όιΜῃς όιà πυρός, φλὸξ οὐ κατακαύσει σε: ποίου δ πυρός; Α)ταξεν τὰ Χερουβὶμ καὶ. τὴν φλογίνην ῥομφαίαν τὴν στρε- φομένην φυλάσσειν τὴν όδὸν τοῦ ξύλου τῆς ζωής« ’ὥστε όιὰ τοῦτο περιέμενον οἱ μακáριοι ἐκεῖ, οἐκονομίαν Ι ποιοῦντες καὶ μὴ δυνάμενοι ὅπου τὸ ξύλον τῆς ζωῆς, ὅπου ό παρáδεισος ό τοῦ θεοῦ, οοπου θεὸς rεωργός, ὸ́που οἱ μακάριοι καὶ ἐκλεκτοὶ καὶ ἅγιοι θεοῦ Πνώθαι.