# De oratione 10.1

Origen, De oratione, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/10.1

Καὶ ταῦτα μὲν ὡς καθ᾿ ὑπόθεσιν εἴρηται. καὶ εἰ μηδὲν ἕτερον ἡμῖν ἐπακολουθήσει εὐχομένοις, ὅτι τὰ κάλλιστα κερδαίνομεν. τὸ καθὸ δεῖ εὔχεσθαι νενοηκότες καὶ κατορθοῦντες· σαφὲς δὲ ὅτι ὁ οὕτως εὐχόμενος ἔτι λαλῶν ἀκούσεται, τῇ ἐνεργείᾳ τοῦ ἐπακούοντος ἐνορῶν, τὸ „ἰδοὺ πάρειμι,“ πᾶσαν τὴν πρὸς τὴν πρόνοιαν δυσαρέστησιν, πρὶν εὔξασθαι. ἀποβεβληκώς. τοῦτο γάρ ἐστι δηλούμενον ἐκ τοῦ· „ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,“ τοῦ εὐαρεστουμένου τοῖς γινομένοις ἐλευθέρου ἀπὸ παντὸς δεσμοῦ γεγενημένου καὶ μὴ ἀντιχειροτονοῦντος τῷ θεῷ. ἅ βούλεται πρὸς γυμνάσιον ἡμῶν διατασσομένῳ, ἀλλὰ μηδὲ κατὰ τὸ κρυπτὸν τῶν λογισμῶν γογγύζοντος χωρὶς ἀκουστῆς ἀνθρώποις φωνῆς· ὅντινα γογγυσμὸν δίκην πονηρῶν οἰκετῶν, οὐκ ἐν φανερωτέρῳ αἰτιωμένων τὰς προστάξεις τῶν δεσποτῶν, γογγύζουσιν οἱ μὴ τολμῶντες μὲν φωνῇ καὶ ὅλῃ ψυχῇ κακολογεῖν ἐπὶ τοῖς συμβαίνουσι τὴν πρόνοιαν οἱονεὶ δὲ βουλόμενοι καὶ τὸν τῶν ὅλων κύριον ἐφ᾿ οἷς δυσαρεστοῦνται λαθεῖν. καὶ οἶμαι τοῦτ᾿ εἶναι καὶ τὸ ἐν τῷ Ἰώβ· „ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ,“ ἐπὶ τοῦ πρὸ αὐτοῦ πειρασμοῦ ἀναγεγραμμένου· „ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ ἐνώπιον τοῦ θεοῦ“· ὃ δὴ προστάσσων μὴ δεῖν γίνεσθαι ἐν τῷ Δευτερονομίῳ ὁ λόγος φησί· „πρόσεχε μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων· ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον“ καὶ τὰ ἑξῆς.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
