# De oratione 11.1

Origen, De oratione, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/11.1

Οὐ μόνος δὲ ὁ ἀρχιερεὺς τοῖς γνησίως εὐχομένοις συνεύχεται ἀλλὰ καὶ οἱ „ἐν οὐρανῷ“ χαίροντες ἄγγελοι „ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἳ οὐ χρείαν ἔχουσι μετανοίας,“ αἵ τε τῶν προκεκοιμημένων ἁγίων ψυχαί. ἅτινα δηλοῦται. Ῥαφαὴλ μὲν προσφέροντος περὶ Τωβὴτ καὶ Σάῤῥας λογικὴν ἱερουργίαν τῷ θεῷ (μετὰ γὰρ τὴν εὐχὴν ἀμφοτέρων „εἰσηκούσθη,“ φησὶν ἡ γραφὴ, „προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ῥαφαὴλ, καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο“· καὶ αὐτὸς δὲ ὁ Ῥαφαὴλ, φανερῶν ἑαυτοῦ ὡς ἀγγέλου τὴν κατὰ πρόσταγμα τοῦ θεοῦ πρὸς ἀμφοτέρους οἰκονομίαν, φησί· „καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάῤῥα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου,“ καὶ μετ᾿ ὀλίγα· „ἐγώ εἰμι Ῥαφαὴλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου“· κατὰ τὸν λόγον γοῦν τοῦ Ῥαφαὴλ „ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης“) Ἱερεμίου δὲ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς ἐπιφαινομένου,. „πολιᾷ καὶ δόξῃ“ διαφέροντος, ὡς „θαυμαστήν τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχὴν, καὶ προτείνοντος „τὴν δεξιὰν“ παραδιδόντος τε „τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν,“ ῳ ἐμαρτύρει ἄλλος ἅγιος προκεκοιμημένος λέγων· „οὗτός ἐστιν ὁ προσευχόμενος πολλὰ περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ θεοῦ προφήτης.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
