Ancient Greek
Chapter 12
Origen, De oratione 12.1
Not analysed yet
Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι „πνεύματι“ προσεύχονται „καὶ τῷ νοΐ,“ φωτὶ ἐοικότι ἀνατέλλοντι ἀπὸ τῆς τοῦ εὐχομένου διανοίας καὶ προϊόντι ἐκ στόματος αὐτοῦ ὑπεκλύειν δυνάμει θεοῦ τὸν ἐνιέμενον νοητὸν ἰὸν ἀπὸ τῶν ἀντικειμένων δυνάμεων τῷ ἡγεμονικῷ τῶν ἀμελούντων τοῦ εὔχεσθαι καὶ τὸ „ἀδιαλείπτως προσεύχεσθε“ ἀκολούθως ταῖς τοῦ Ἰησοῦ προτροπαῖς εἰρημένον παρὰ τῷ Παύλῳ μὴ φυλαττόντων. ὡσπερεὶ γὰρ βέλος ἀπὸ τῆς τοῦ εὐχομένου ψυχῆς τῇ γνώσει καὶ τῷ λόγῳ η τῇ πίστει πρόεισιν ἀπὸ τοῦ ἁγίου, τιτρῶσκον ἐπὶ καθαιρέσει καὶ καταλύσει τὰ ἐχθρὰ τῷ θεῷ πνεύματα, τοῖς τῆς ἁμαρτίας δεσμοῖς περιβαλεῖν ἡμᾶς θέλοντα.