# De oratione 13.1

Origen, De oratione, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/13.1

Εἰ δὲ Ἰησοῦς προσεύχεται καὶ μὴ μάτην προσεύχεται. τυγχάνων ὧν αἰτεῖ διὰ τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ εὔχεσθαι; Μάρκος μὲν γάρ φησιν ὅτι „πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο,“ ὁ δὲ Λουκᾶς· „καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτὸν“ καὶ ἐν ἄλλοις· „καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ“· ὁ δὲ Ἰωάννης εὐχὴν αὐτοῦ ἀναγράφει λέγων· „ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ εἰς τὸν οὐρανὸν εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱὸν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε“· καὶ τὸ „ᾔδειν“ δὲ „ὅτι πάντοτέ μου ἀκούεις“ παρὰ τῷ αὐτῷ ἀναγεγραμμένον ὑπὸ τοῦ κυρίου εἰρημένον δηλοῖ ὅτι „πάντοτε“ εὐχόμενος „πάντοτε“ ἐπακούεται.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
