# De oratione 13.2

Origen, De oratione, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/13.2

τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασθαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα; Ἄννα γὰρ ὑπηρέτησε τῇ γενέσει Σαμουὴλ, τῷ Μωϋσεῖ συναριθμηθέντος, ἐπεὶ μὴ τίκτουσα πιστεύσασα προσηύξατο πρὸς κύριον· Ἐζεκίας δὲ ἔτι ἄπαις τυγχάνων, μαθὼν ἀπὸ τοῦ Ἡσαΐου τεθνήξεσθαι, προσευξάμενος εἰς τὴν τοῦ σωτῆρος γενεαλογίαν ἀνείληπται· ἤδη δὲ ὑφ᾿ ἓν πρόσταγμα ἐξ ἐπιβουλῆς τοῦ Ἀμὰν ἀπόλλυσθαι μέλλοντος τοῦ λαοῦ, προσευχὴ μετὰ νηστείας Μαρδοχαίου καὶ Ἐσθὴρ ἐπακουσθεῖσα πρὸς ταῖς κατὰ Μωϋσέα ἑορταῖς τὴν Μαρδοχαϊκὴν ἐγέννησεν εὐφροσύνης τῷ λαῷ ἡμέραν· ἀλλὰ καὶ Ἰουδὴθ ἁγίαν ἀνενεγκοῦσα προσευχὴν τοῦ Ὀλοφέρνου μετὰ θεοῦ περιγίνεται καὶ μία γυνὴ τῶν Ἑβραίων αἰσχύνην ἐποίησε τῷ οἴκῳ τοῦ Ναβουχοδονόσορ· „Ἀνανίας“ δὲ „καὶ Ἀζαρίας καὶ Μισαὴλ“ „πνεῦμα δρόσου διασυρίζον,“ οὐκ ἐῶν ἐνεργεῖν τὴν φλόγα τοῦ πυρὸς, ἄξιοι γεγόνασιν ἐπακουσθέντες λαβεῖν· οἱ δὲ ἐν τῷ λάκκῳ Βαβυλωνίων λέοντες φιμοῦνται διὰ τὰς τοῦ Δανιὴλ προσευχάς· καὶ Ἰωνᾶς δὲ, οὐκ ἀπογνοὺς τὸ ἐπακουσθήσεσθαι ἐκ κοιλίας τοῦ καταπιόντος αὐτὸν κήτους, τὸ ἐλλιπὲς τῆς πρὸς τοὺς Νινευΐτας προφητείας ἐξελθὼν τὴν τοῦ κήτους γαστέρα ἀναπληροῖ.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
