Ancient Greek
Chapter 13
Origen, De oratione 13.3
Not analysed yet
ὅσα δὲ καὶ ἕκαστος ἡμῶν, ἐὰν εὐχαρίστως μεμνημένος τῶν εἰς αὑτὸν εὐεργεσιῶν περὶ τούτων αἴνους ἀναπέμπειν τῷ θεῷ βούληται, ἔχει ἐκδιηγήσασθαι; ἄγονοί τε γὰρ ἐπὶ πολὺ γεγενημέναι ψυχαὶ, ᾐσθημέναι τῆς στειρώσεως τῶν ἰδίων ἡγεμονικῶν καὶ τῆς ἀγονίας τοῦ νοῦ ἑαυτῶν, ἀπὸ τοῦ ἁγίου πνεύματος διὰ ἐπιμόνου εὐχῆς κυήσασαι σωτηρίους λόγους, θεωρημάτων ἀληθείας πεπληρωμένους, γεγεννήκασιν. ὅσοι δὲ, ἡμῶν πολλάκις μυριάδων ἀντικειμένης δυνάμεως καταστρατευομένων καὶ ἐξαφανίσαι ἀπὸ τῆς θείας ἡμᾶς πίστεως βουλομένων, πολέμιοι διελύθησαν; θαῤῥησάντων ἡμῶν ὅτι „οὗτοι ἐν ἅρμασιν“ „οὗτοι“ δὲ „ἐν ἵπποις“ ἀλλὰ „ἡμεῖς ἐν ὀνόματι κυρίου“ ἐπικαλούμενοι ὁρῶμεν ὅτι ἀληθῶς „ψευδὴς ἵππος εἰς σωτηρίαν. “ἀλλὰ καὶ τὸν ἀρχιστρατηγὸν τοῦ ἀντικειμένου ἀπατηλὸν καὶ πιθανὸν λόγον, καταπτήσσειν ποιοῦντα πολλοὺς καὶ τῶν πεπιστευκέναι νομιζομένων. ὁ τῷ πρὸς θεὸν αἴνῳ πεποιθὼς διακόπτει πολλάκις· Ἰουδὴθ γὰρ ἑρμηνεύεται αἴνεσις. ὅσοι τε πάσης φλογὸς καυστικωτέροις περιπεσόντες δυσπεριγενήτοις πολλάκις πειρασμοῖς οὐδὲν ὑπ᾿ αὐτῶν πεπόνθασιν ἀλλὰ πάντῃ ἀβλαβεῖς τούτους διεξεληλύθασιν, οὐδὲ τὸ τυχὸν ὀσμῆς „τοῦ“ πολεμίου „πυρὸς“ βλάβην ἐσχηκότες, τί δεῖ καὶ λέγειν; ἀλλὰ καὶ ἐν ὅσοις θηρίοις, καθ᾿ ἡμῶν ἐξηγριωμένοις, πονηροῖς πνεύμασι καὶ ἀνθρώποις ὠμοῖς παρατυχόντες ταῖς εὐχαῖς αὐτοὺς πολλάκις ἐφίμωσαν. οὐ δεδυνημένων ἐγχρίψαι τοὺς ὀδόντας αὐτῶν τοῖς γεγενημένοις ἡμῶν μέλεσι τοῦ Χριστοῦ; πολλάκις γὰρ καθ᾿ ἕκαστον τῶν ἁγίων „τὰς μύλας τῶν λεόντων συνέθλασε κύριος,“ καὶ ἐξουδενώθησαν „ὡς ὕδωρ παραπορευόμενον. “ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων θεοῦ καταποθέντας ὑπὸ τοῦ θανάτου, πρότερον κατ᾿ αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπεγνωκότας τὸ σῴζεσθαι δύνασθαι ἤδη „ἐν τῇ κοιλίᾳ τοῦ“ θανάτου κεκρατημένους· „κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. “