# De oratione 13.4

Origen, De oratione, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/13.4

ταῦτα δέ μοι ἀναγκαιότατα μετὰ τὸν κατάλογον τῶν ὠφεληθέντων διὰ προσευχῆς εἰρῆσθαι νομίζω, ἀποτρέποντι τὴν πνευματικὴν καὶ τὴν ἐν Χριστῷ ζωὴν ποθοῦντας ἀπὸ τοῦ περὶ τῶν μικρῶν καὶ ἐπιγείων εὔχεσθαι καὶ παρακαλοῦντι ἐπὶ τὰ μυστικὰ. ὧν τύποι ἦσαν τὰ προειρημένα μοι, τοὺς ἐντυχόντας τῇδε τῇ γραφῇ. πᾶσα γὰρ ἡ περὶ τῶν προπαρατεθέντων ἡμῖν πνευματικῶν καὶ μυστικῶν εὐχὴ ἀεὶ ὑπὸ τοῦ μὴ „κατὰ σάρκα“ στρατευομένου ἀλλὰ „πνεύματι τὰς πράξεις τοῦ σώματος“ θανατοῦντος ἐπιτελεῖται. προκρινομένων τῶν ἀπὸ τῆς ἀναγωγῆς μετ᾿ ἐξετάσεως παρισταμένων τῆς ἐμφαινομένης κατὰ τὴν λέξιν γεγονέναι τοῖς προσευξαμένοις εὐεργεσίας. καὶ ἐν ἡμῖν γὰρ ἀσκητέον μὴ ἐγγενέσθαι ἄγονον ἢ στεῖραν, ἀκούουσι τοῦ πνευματικοῦ νόμου ὠσὶ πνευματικοῖς· ἵνα ἀποτιθέμενοι τὸ εἶναι ἄγονοι ἢ στεῖραι ἐπακουσθῶμεν ὡς Ἄννα καὶ Ἐζεκίας, καὶ ἵνα ἀπὸ ἐπιβουλευόντων ἐχθρῶν τῶν πνευματικῶν τῆς πονηρίας ῥυσθῶμεν ὡς Μαρδοχαῖος καὶ Ἐσθὴρ καὶ Ἰουδήθ. καὶ ἐπεὶ κάμινός ἐστι σιδηρᾶ Αἴγυπτος, σύμβολον τυγχάνουσα παντὸς τοῦ περιγείου τόπου, πᾶς ὁ ἐκπεφευγὼς τὴν τοῦ βίου τῶν ἀνθρώπων κακίαν καὶ μὴ πεπυρωμένος ὑπὸ τῆς ἁμαρτίας μηδὲ ὡς κλίβανον πλήρη πυρὸς τὴν καρδίαν ἐσχηκὼς μὴ ἔλαττον εὐχαριστείτω τῶν ἐν πυρὶ „δρόσου“ πεπειραμένων. ἀλλὰ καὶ ὁ ἐν τῷ εὔξασθαι καὶ εἰρηκέναι· „μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι“ ἐπακουσθεὶς καὶ μηδὲν ἀπὸ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας „λέοντα καὶ δράκοντα“ τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησάμενος „τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ“ καὶ μηδὲν ὑπὸ τῶν τοσούτων ἀδικηθεὶς πλεῖον τοῦ Δανιὴλ εὐχαριστησάτω, ἅτε ἀπὸ φοβερωτέρων καὶ ἐπιβλαβεστέρων ῥυσθεὶς θηρίων. πρὸς τούτοις ὁ πεπεισμένος, ποίου κήτους τύπος τὸ καταπεπωκὸς τὸν Ἰωνᾶν ἐτύγχανε, καὶ καταλαβὼν δὲ ὅτι ἐκείνου τοῦ ὑπὸ τοῦ Ἰὼβ εἰρημένου· „καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι,“ ἐάν ποτε γένηται διά τινα ἀπειθίαν „ἐν τῇ τοῦ κήτους κοιλίᾳ,“ μετανοῶν εὐξάσθω, κἀκεῖθεν ἐξελεύσεται· ἐξελθών τε ἐπιμένων τῷ πείθεσθαι τοῖς προστάγμασι τοῦ θεοῦ δυνήσεται κατὰ τὴν χρηστότητα τοῦ πνεύματος προφητεύσας καὶ νῦν Νινευΐταις ἀπολλυμένοις πρόφασις αὐτοῖς γενέσθαι σωτηρίας, μὴ δυσαρεστούμενος τῇ χρηστότητι τοῦ θεοῦ μηδὲ ζητῶν ἐπιμένειν αὐτὸν πρὸς τοὺς μετανοοῦντας τῇ ἀποτομίᾳ.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
