Ancient Greek
Chapter 13
Origen, De oratione 13.5
Not analysed yet
ὅπερ δὲ μέγιστον πεποιηκέναι λέγεται Σαμουὴλ διὰ προσευχῆς, τοῦτο πνευματικῶς δυνατόν ἐστιν ἕκαστον τῶν ἀνακειμένων γνησίως τῷ θεῷ καὶ νῦν ἐπιτελεῖν, ἄξιον τοῦ ἐπακούεσθαι γεγενημένον. γέγραπται γάρ· „καί γε νῦν στῆτε (καὶ ἴδετε) τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιεῖ κατ᾿ ὀφθαλμοὺς ὑμῶν. οὐχὶ θερισμὸς πυροῦ σήμερον; ἐπικαλέσομαι κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν“· εἶτα μετ᾿ ὀλίγα· „καὶ ἐπεκαλέσατο,“ φησὶ „Σαμουὴλ πρὸς κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. “παντὶ γὰρ ἁγίῳ καὶ τῷ Ἰησοῦ γνησίως μαθητεύοντι ὑπὸ τοῦ κυρίου λέγεται· „ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. “ἐν τῷ καιρῷ δὴ τούτῳ τοῦ θερισμοῦ „μέγα ῥῆμα“ „ὁ κύριος ποιεῖ κατ᾿ ὀφθαλμοὺς“ τῶν ἀκουόντων τοὺς προφήτας· ἐπικαλεσαμένου γὰρ τοῦ κεκοσμημένου τῷ ἁγίῳ πνεύματι „πρὸς τὸν κύριον,“ δίδωσιν ὁ θεὸς οὐρανόθεν „φωνὰς καὶ“ τὸν ποτίζοντα τὴν ψυχὴν „ὑετὸν,“ ἵνα ὁ πρότερον ἐν τῇ κακίᾳ ὢν φοβηθῇ σφόδρα τὸν κύριον καὶ τὸν ὑπηρέτην τῆς εὐεργεσίας τοῦ θεοῦ, αἰδέσιμον καὶ σεβάσμιον δι᾿ ὧν ἐπακούεται πεφανερωμένον. καὶ Ἠλίας δὲ τρισὶν ἔτεσι καὶ ἓξ μησὶ κεκλεισμένον τοῖς ἀσεβέσι τὸν οὐρανὸν θείῳ λόγῳ ἀνοίγει ὕστερον· ὅπερ παντί τῳ κατορθοῦται ἀεὶ, διὰ τῆς εὐχῆς λαμβάνοντι τὸν ὑετὸν τῆς ψυχῆς, τῶν διὰ τὴν ἁμαρτίαν πρότερον αὐτοῦ ἐστερημένων.