# De oratione 14.1

Origen, De oratione, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/14.1

Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ „αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται.“ πάντα γε τὰ συμβολικὰ καὶ τυπικὰ συγκρίσει τῶν ἀληθινῶν καὶ νοητῶν „μικρά“ ἐστι καὶ „ἐπίγεια“· καὶ εἰκὸς ὅτι ὁ θεῖος ἡμᾶς λόγος προκαλούμενος ἐπὶ τὸ μιμεῖσθαι τὰς τῶν ἁγίων εὐχὰς, ἵν᾿ αἰτῶμεν αὐτὰς κατὰ τὸ ἀληθὲς ὧν ἐκεῖνοι ἐπετέλουν τυπικῶν, φησὶ „τὰ ἐπουράνια“ καὶ „μεγάλα,“ δεδηλωμένα διὰ τῶν περὶ ἐπιγείων καὶ μικρῶν πραγμάτων, λέγων· ὑμεῖς οἱ πνευματικοὶ εἶναι βουλόμενοι διὰ τῶν προσευχῶν αἰτήσατε („τὰ ἐπουράνια“ καὶ „μεγάλα“), ἵν᾿ αὐτῶν τυχόντες ὡς ἐπουρανίων βασιλείαν οὐρανῶν κληρονομήσητε καὶ ὡς μεγάλων τῶν μεγίστων ἀγαθῶν ἀπολαύσητε, τὰ δὲ „ἐπίγεια“ καὶ „μικρὰ.“ ὧν διὰ τὰς σωματικὰς ἀνάγκας χρῄζετε, μέτρῳ τοῦ δέοντος ἐπιχορηγήσῃ ὑμῖν ὁ πατήρ.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
