# De oratione 14.2

Origen, De oratione, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/14.2

ἐπεὶ δὲ παρὰ τῷ ἀποστόλῳ τέσσαρα ὀνόματα κατὰ τεσσάρων πραγμάτων, γειτνιώντων τῷ περὶ τῆς εὐχῆς λόγῳ, ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον εἴρηται, χρήσιμον ἔσται παραθέμενον αὐτοῦ τὴν λέξιν ἰδεῖν (εἰ) ἕκαστον τῶν τεσσάρων, κυρίως ἂν νοούμενον, ἐκλάβοιμεν καλῶς. λέγει δὲ οὕτως· „παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων“ καὶ τὰ ἑξῆς. ἡγοῦμαι τοίνυν δέησιν μὲν εἶναι τὴν ἐλλείποντός τινι μεθ᾿ ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένην εὐχὴν, τὴν δὲ προσευχὴν τὴν μετὰ δοξολογίας περὶ μειζόνων με(??)δγμαίστερον ἀναπεμπομένην ὑπό του, ἔντευξιν δὲ τὴν ὑπὸ παῤῥησίαν τι(??)είονα ἔχοντος περί τινων ἀξίωσιν πρὸς θεὸν, εὐχαριστίαν δὲ τὴν ἐπὶ τῷ τετευχέναι ἀγαθῶν ἀπὸ θεοῦ μετ᾿ εὐχῶν ἀνθομολόγησιν, ἀντειλημμένου τοῦ ἀνθομολογουμένου τοῦ μεγέθους ἢ τῷ εὐεργετηθέντι μεγέθους φαινομένου τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
