Ancient Greek
Chapter 14
Origen, De oratione 14.5
Not analysed yet
τοῦ δὲ τρίτου παρὰ τῷ ἀποστόλῳ, εὐλόγως τὴν μὲν προσευχὴν ἐφ᾿ ἡμῶν τάττοντι τὴν δὲ ἔντευξιν ἐπὶ τοῦ πνεύματος, ὡς κρείττονος ὄντος καὶ „παῤῥησίαν“ ἔχοντος „πρὸς τὸν,“ ᾧ ἐντυγχάνει· „τὸ γὰρ τί προσευξώμεθα,“ φησὶ, „καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ. ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων“· ὑπερεντυγχάνει γὰρ καὶ „ἐντυγχάνει“ τὸ πνεῦμα, ἡμεῖς δὲ προσευχόμεθα, ἔντευξις δέ μοι εἶναι δοκεῖ καὶ τὸ ὑπὸ Ἰησοῦ εἰρημένον περὶ τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαώθ· „τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριβεν αὐτοὺς ἐν Γαβαὼθ, καὶ συνετρίβησαν ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ εἶπεν ὁ Ἰησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼθ, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ“· καὶ ἐν τοῖς Κριταῖς ὁ Σαμψὼν ἡγοῦμαι ὅτι ἐντυγχάνων εἶπε· „συναποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων,“ ὅτε „ἔκλινεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ,“ εἰ καὶ μὴ κεῖται δὲ ὅτι ἐντετυχήκασιν ἀλλ᾿ ὅτι εἰρήκασιν ὁ Ἰησοῦς καὶ ὁ Σαμψὼν, ὁ λόγος αὐτῶν ἔοικεν εἶναι ἔντευξις· ἥτις ἑτέρα παρὰ τὴν προσευχὴν, εἰ κυρίως ἀκούοιμεν τῶν ὀνομάτων, εἶναι ἡμῖν νομίζεται, εὐχαριστίας δὲ παράδειγμα ἡ τοῦ κυρίου ἡμῶν φωνὴ, λέγοντος· „ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις“· τὸ γὰρ „ἐξομολογοῦμαι“ ἴσον ἐστὶ τῷ „εὐχαριστῶ. “