Ancient Greek
Chapter 15
Origen, De oratione 15.1
Not analysed yet
Ἐὰν δὲ ἀκούωμεν ὅ τι ποτέ ἐστι προσευχὴ, μή ποτε οὐδενὶ τῶν γεννητῶν προσευκτέον ἐστὶν οὐδὲ αὐτῷ τῷ Χριστῷ ἀλλὰ μόνῳ τῷ θεῷ τῶν ὅλων καὶ πατρὶ, ᾧ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν προσηύχετο, ὡς προπαρεθέμεθα, καὶ διδάσκει ἡμᾶς προσεύχεσθαι. ἀκούσας γάρ· „δίδαξον ἡμᾶς προσεύχεσθαι“ οὐ διδάσκει αὑτῷ „προσεύχεσθαι“ ἀλλὰ τῷ πατρὶ, λέγοντας· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς“ καὶ τὰ ἑξῆς. εἰ γὰρ ἕτερος, ὡς ἐν ἄλλοις δείκνυται, κατ᾿ οὐσίαν καὶ ὑποκείμενόν ἐστιν ὁ υἱὸς τοῦ πατρὸς, ἤτοι προσευκτέον τῷ υἱῷ καὶ οὐ τῷ πατρὶ ἢ ἀμφοτέροις ἢ τῷ πατρὶ μόνῳ. τὸ μὲν οὖν τῷ υἱῷ καὶ οὐ τῷ πατρὶ πᾶς ὁστισοῦν ὁμολογήσει εἶναι ἀτοπώτατον καὶ παρὰ τὴν ἐνάργειαν λεχθησόμενον ἄν· εἰ δὲ ἀμφοτέροις, δῆλον ὅτι κἂν ἀξιώσεις προσενέγκοιμεν πληθυντικῶς, παράσχεσθε καὶ εὐεργετήσατε καὶ ἐπιχορηγήσατε καὶ σώσατε, καὶ εἴ τι τούτων ὅμοιον, διὰ τῶν προσευχῶν λέγοντες· ὅπερ καὶ αὐτόθεν ἀπεμφαῖνον, οὐδὲ ἐν ταῖς γραφαῖς ἔχει τις δεῖξαι κείμενον ὑπό τινων λεγόμενον. λείπεται τοίνυν προσεύχεσθαι μόνῳ τῷ θεῷ τῷ τῶν ὅλων πατρὶ, ἀλλὰ μὴ χωρὶς τοῦ ἀρχιερέως, ὅστις „μεθ᾿ ὁρκωμοσίας“ κατεστάθη ὑπὸ τοῦ πατρὸς κατὰ τὸ „ὤμοσε, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. “