# De oratione 15.2

Origen, De oratione, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/15.2

εὐχαριστοῦντες οὖν οἱ ἅγιοι ἐν ταῖς προσευχαῖς ἑαυτῶν τῷ θεῷ διὰ χριστοῦ Ἰησοῦ χάριτας ὁμολογοῦσιν αὐτῷ. ὥσπερ δὲ τὸν ἀκριβοῦντα τὸ προσεύχεσθαι οὐ χρὴ τῷ εὐχομένῳ προσεύχεσθαι ἀλλὰ τῷ ὃν ἐδίδαξεν ἐπὶ τῶν εὐχῶν καλεῖν πατρὶ ὁ κύριος ἡμῶν Ἰησοῦς, οὕτως οὐ χωρὶς αὐτοῦ προσευχήν τινα προσενεκτέον τῷ πατρὶ, ὡς αὐτὸς τοῦτο παραδείκνυσι σαφῶς οὕτω λέγων· „ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα μου, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.“ οὐ γὰρ εἶπεν· „αἰτεῖτέ“ με οὐδὲ „αἰτεῖτε“ „τὸν πατέρα“ ἁπλῶς ἀλλά· „ἐάν τι αἰτήσητε τὸν πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.“ ἕως γὰρ ἐδίδαξε ταῦτα ὁ Ἰησοῦς, οὐδεὶς ᾐτήκει „τὸν πατέρα“ „ἐν τῷ ὀνόματι“ τοῦ υἱοῦ· καὶ ἀληθὲς ἦν ὑπὸ Ἰησοῦ λεγόμενον τὸ „ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου.“ ἀληθὲς δὲ καὶ τὸ „αἰτεῖτε, καὶ λήψεσθε. ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
