Ancient Greek
Chapter 15
Origen, De oratione 15.4
Not analysed yet
πῶς δὲ οὐκ ἔστι κατὰ τὸν εἰπόντα· „τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς, ὁ πατὴρ“ εἰπεῖν ἄν· τί ἐμοὶ προσεύχῃ; μόνῳ τῷ πατρὶ προσεύχεσθαι χρὴ, ᾧ κἀγὼ προσεύχομαι· ὅπερ διὰ τῶν ἁγίων γραφῶν μανθάνετε. ἀρχιερεῖ γὰρ τῷ ὑπὲρ ὑμῶν κατασταθέντι ὑπὸ τοῦ πατρὸς καὶ παρακλήτῳ ἀπὸ τοῦ πατρὸς εἶναι λαβόντι εὔχεσθαι ὑμᾶς οὐ δεῖ ἀλλὰ δι᾿ ἀρχιερέως καὶ παρακλήτου, δυναμένου συμπαθεῖν „ταῖς ἀσθενείαις ὑμῶν,“ πεπειρασμένου „κατὰ πάντα“ ὁμοίως ὑμῖν, ἀλλὰ διὰ τὸν δωρησάμενόν μοι πατέρα πεπειρασμένου „χωρὶς ἁμαρτίας. “μάθετε οὖν, ὅσην δωρεὰν ἀπὸ τοῦ πατρός μου εἰλήφατε, διὰ τῆς ἐν ἐμοὶ ἀναγεννήσεως τὸ τῆς „υἱοθεσίας πνεῦμα“ ἀπειληφότες, ἵνα χρηματίσητε „υἱοὶ θεοῦ“ ἀδελφοὶ δὲ ἐμοῦ. ἀνέγνωτε γὰρ τὴν διὰ τοῦ Δαυῒδ ὑπ᾿ ἐμοῦ εἰρημένην περὶ ὑμῶν πρὸς τὸν πατέρα φωνήν· „ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. “ἀδελφῷ δὲ προσεύχεσθαι τοὺς κατηξιωμένους ἑνὸς αὐτῶν πατρὸς οὐκ ἔστιν εὔλογον· μόνῳ γὰρ τῷ πατρὶ μετ᾿ ἐμοῦ καὶ δι᾿ ἐμοῦ ἀναπεμπτέον ἐστὶν ὑμῖν προσευχήν.