# De oratione 16.1

Origen, De oratione, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/16.1

Ταῦτ᾿ ουν λέγοντος ἀκούοντες Ἰησοῦ τῷ θεῷ δι᾿ αὐτοῦ εὐχώμεθα, τὸ αὐτὸ λέγοντες πάντες μηδὲ περὶ τοῦ τρόπου τῆς εὐχῆς σχιζόμενοι. ἢ οὐχὶ σχιζόμεθα, ἐὰν οἱ μὲν τῷ πατρὶ οἱ δὲ τῷ υἱῷ εὐχώμεθα, ἰδιωτικὴν ἁμαρτίαν κατὰ πολλὴν ἀκεραιότητα διὰ τὸ ἀβασάνιστον καὶ ἀνεξέταστον ἁμαρτανόντων τῶν προσευχομένων τῷ υἱῷ, εἴτε μετὰ τοῦ πατρὸς εἴτε χωρὶς τοῦ πατρός; προσευχώμεθα τοίνυν ὡς θεῷ ἐντυγχάνωμεν δὲ ὡς πατρὶ δεώμεθα δὲ ὡς κυρίου εὐχαριστῶμεν δὲ ὡς θεῷ καὶ πατρὶ καὶ κυρίῳ, οὐ πάντως δούλου ὄντι κυρίῳ· ὁ γὰρ „πατὴρ“ εὐλόγως ἂν νομισθείη τοῦ υἱοῦ καὶ κύριος καὶ τῶν δι᾿ αὐτὸν γενομένων υἱῶν κύριος· ὥσπερ δὲ „οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων,“ οὕτως οὐκ ἔστι κύριος ἀγενῶν δούλων ἀλλὰ τῶν κατὰ μὲν τὰς ἀρχὰς φόβῳ διὰ τὴν νηπιότητα ἐξευγενιζομένων μετὰ δὲ ταῦτα κατὰ τὴν ἀγάπην μακαριωτέραν τῆς ἐν φόβῳ δουλείαν δουλευόντων· εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ μόνῳ τῷ καρδίας βλέποντι χαρακτῆρες φανεροὶ δούλων θεοῦ καὶ υἱῶν αὐτοῦ.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
