# De oratione 16.2

Origen, De oratione, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/16.2

πᾶς τοιγαροῦν ὁ „τὰ ἐπίγεια“ καὶ „μικρὰ“ αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου „ἐπουράνια“ καὶ „μεγάλα“ αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικρὸν χαρίζεσθαι ἐπισταμένου θεοῦ. ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος „τὰ ἐπίγεια“ ἡμῖν προστίθεσθαι καὶ „τὰ μικρὰ,“ ἀπαντητέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα. ἀλλ᾿ ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς. οἰκειότατα ἐροῦμεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, „ἑκάστῳ“ διδόμενα τῶν ἁγίων „πρὸς τὸ συμφέρον“ ἢ „κατ᾿ ἀναλογίαν τῆς πίστεως“ ἢ „καθὼς βούλεται“ ὁ διδούς· βούλεται δὲ σοφῶς, εἰ καὶ ἡμεῖς μὴ δυνάμεθα ἑκάστῳ τῶν διδομένων αἰτίαν καὶ λόγον ἄξιον τοῦ διδόντος εἰπεῖν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
