# De oratione 17.2

Origen, De oratione, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/17.2

ὁ δὲ κατανοήσας τί ποτ᾿ ᾖ τὸ κάλλος τῆς νύμφης, ἧς ὁ „νυμφίος“ λόγος ὢν θεοῦ ἐρᾷ. ψυχῆς τυγχανούσης ἀνθούσης ὑπερουρανίῳ καὶ ὑπερκοσμίῳ κάλλει, αἰδεσθήσεται κἂν τῷ αὐτῷ ὀνόματι τοῦ κάλλους τιμῆσαι σωματικὸν κάλλος γυναικὸς ἢ παιδὸς ἢ ἀνδρός· τὸ γὰρ κυρίως κάλλος σὰρξ οὐ χωρεῖ. πᾶσα τυγχάνουσα αἶσχος. „πᾶσα“ γὰρ „σὰρξ ὡς χόρτος,“ καὶ ἡ „δόξα“ αὐτῆς, ἥτις ἐστὶν ἐμφαινομένη τῷ λεγομένῳ κάλλει γυναικῶν καὶ παιδίων, ἄνθει κατὰ τὸν προφητικὸν παραβέβληται λόγον, λέγοντα· „πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.“ ἀλλὰ καὶ εὐγένειαν τίς ἔτι κυρίως ὀνομάσει τὴν τετριμμένην λέγεσθαι παρὰ ἀνθρώποις, νοήσας εὐγένειαν υἱῶν θεοῦ; „βασιλείαν“ δὲ Χριστοῦ „ἀσάλευτον“ θεωρήσας ὁ νοῦς πῶς οὐ καταφρονήσει ὡς οὐδενὸς λόγου ἀξίας πάσης τῆς ἐπὶ γῆς βασιλείας; στρατιάν τε ἀγγέλων καὶ ἀρχιστρατήγους ἐν αὐτοῖς δυνάμεων κυρίου ἀρχαγγέλους τε καὶ θρόνους καὶ κυριότητας καὶ ἀργὰς καὶ ἐξουσίας ὑπερουρανίους, ὡς χωρεῖ ὁ ἔτι δεδεμένος σώματι ἀνθρώπινος νοῦς, κατὰ τὸ δυνατὸν τρανῶς ἰδὼν καὶ κατειληφὼς δύνασθαι ἰσοτίμου παρὰ τοῦ πατρὸς ἐκείνοις τυχεῖν, πῶς οὐχὶ, κἂν σκιᾶς ἀδρανέστερος ᾖ, καὶ τούτων τῶν παρὰ τοῖς ἀνοήτοις θαυμαζομένων ὡς ἀμαυροτάτων καὶ οὐδενὸς λόγου ἀξίων συγκρίσει καταφρονῶν. κἂν διδῶται ταῦτα πάντα. ὑπερόψεται ὑπὲρ τοῦ τῶν ἀληθινῶν ἀρχῶν καὶ θειοτέρων ἐξουσιῶν μὴ ἀποτυχεῖν; εὐκτέον τοίνυν, εὐκτέον περὶ τῶν προηγουμένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων. καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ ἐπισταμένῳ „ὧν χρείαν“ διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν „πρὸ τοῦ“ ἡμᾶς „αἰτῆσαι αὐτόν.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
