# De oratione 19.3

Origen, De oratione, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/19.3

ἀλλὰ καὶ πᾶς ὁ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύων ὁδὸν, τὴν ἀπάγουσαν ἐπὶ „τὴν ἀπώλειαν,“ οὐδὲν ὀρθὸν καὶ εὐθὲς ἔχουσαν ἀλλὰ πᾶσαν σκολιὰν τυγχάνουσαν καὶ γεγωνιωμένην (κέκλασται γὰρ ἐπὶ πλεῖστον ἡ εὐθεῖα), ἐν αὐτῇ ἕστηκεν οὐ καλῶς, „ἐν ταῖς γωνίαις τῶν πλατειῶν“ προσευχόμενος, διὰ τῆς φιληδονίας οὐχὶ ἐν μιᾷ ἀλλ᾿ ἐν πλείοσι γινόμενος πλατείαις· ἐν αἷς οἱ „ὡς ἄνθρωποι“ ἀποθνῄσκοντες διὰ τὸ τῆς θεότητος ἀποπεπτωκέναι τυγχάνουσι δοξάζοντες καὶ μακαρίζοντες τοὺς ἐν ταῖς πλατείαις ἀσεβεῖν αὐτοῖς νενομισμένους. πολλοὶ δὲ ἀεὶ οἱ φαινόμενοι ἐν τῷ προσεύχεσθαι „φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,“ ἐν μέσοις τοῖς συμποσίοις καὶ παρὰ ταῖς μέθαις ἐμπαροινοῦντες τῇ προσευχῇ, ἀληθῶς „ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες“ καὶ προσευχόμενοι· πᾶς γὰρ ὁ κατὰ τὴν ἡδονὴν βιοὺς, τὸ εὐρύχωρον ἀγαπήσας ἐκπέπτωκε τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ Ἰησοῦ Χριστοῦ. οὐδὲ τὴν τυχοῦσαν ἐχούσης κάμπην καὶ οὐδὲ ὅλως γεγωνιωμένης.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
