# De oratione 20.1

Origen, De oratione, Chapter 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/20.1

Εἰ δέ ἐστι τὶς διαφορὰ ἐκκλησίας καὶ συναγωγῆς (τῆς μὲν κυρίως ἐκκλησίας οὐκ ἐχούσης „σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλὰ“ ἁγίας καὶ ἀμώμου τυγχανούσης, εἰς ἣν οὔτε ὁ „ἐκ πόρνης“ εἰσέρχεται οὔτε ὁ „θλαδίας“ ἢ „ἀποκεκομμένος“ ἀλλ᾿ οὐδὲ Αἰγύπτιος ἢ Ἰδουμαῖος, ἐὰν μὴ υἱῶν γεννηθέντων αὐτοῖς διὰ τὴν τρίτην γενεὰν μόλις δυνηθῶσιν ἐφαρμόσαι τῇ ἐκκλησίᾳ, οὐδὲ ὁ „Μωαβίτης“ καὶ „ Ἀμμανίτης,“ ἐὰν μὴ δεκάτη γενεὰ πληρωθῇ καὶ ὁ αἰὼν τελεσθῇ· τῆς δὲ συναγωγῆς ὑπὸ ἑκατοντάρχου οἰκοδομουμένης, ἐν τοῖς πρὸ τῆς Ἰησοῦ ἐπιδημίας χρόνοις τοῦτο ποιοῦντος, ὅτε οὐδέπω μεμαρτύρηται „πίστιν“ ἔχειν, ὁπόσην „οὐδὲ ἐν τῷ Ἰσραὴλ“ εὗρεν ὁ υἱὸς τοῦ θεοῦ), ὁ φιλῶν δὴ „προσεύχεσθαι“ „ἐν ταῖς συναγωγαῖς“ οὐ μακράν ἐστι τῶν γωνιῶν „τῶν πλατειῶν.“ ἀλλ᾿ οὐχ ὁ ἅγιος τοιοῦτος· οὐ φιλεῖ γὰρ „προσεύχεσθαι“ ἀλλὰ ἀγαπᾷ, καὶ οὐκ „ἐν συναγωγαῖς“ ἀλλ᾿ ἐν ἐκκλησίαις, καὶ οὐκ „ἐν γωνίαις πλατειῶν“ ἀλλ᾿ ἐν τῇ εὐθύτητι τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀλλὰ καὶ οὐκ ἵνα φανῇ „τοῖς ἀνθρώποις“ ἀλλ᾿ ἵν᾿ ὀφθῇ „ἐνώπιον κυρίου τοῦ θεοῦ.“ ἄῤῥην γάρ ἐστι τὸν „δεκτὸν ἐνιαυτὸν κυρίου“ νοῶν καὶ τὴν ἐντολὴν τηρῶν τὴν λέγουσαν· „τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον κυρίου τοῦ θεοῦ.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
