# De oratione 20.2

Origen, De oratione, Chapter 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/20.2

ἐπιμελῶς δὲ ἀκουστέον τοῦ „φανῶσιν,“ ἐπεὶ οὐδὲν φαινόμενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαντασίαν πλανῶν ἀλλ᾿ οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν. ὥσπερ δὲ οἱ ἐν τοῖς θεάτροις δραμάτων τινῶν ὑποκριταὶ οὐχ ὅπερ λέγουσίν εἰσιν, οὐδ᾿ ὅπερ βλέπονται καθ᾿ ὃ περίκεινται πρόσωπον τοῦτο τυγχάνουσιν· οὕτως καὶ πάντες οἱ ἐπιμορφάζοντες τῷ δοκεῖν τὴν τοῦ καλοῦ φαντασίαν οὐ δίκαιοι ἀλλ᾿ ὑποκριταί εἰσι δικαιοσύνης, καὶ αὐτοὶ ἐν ἰδίῳ θεάτρῳ ὑποκρινόμενοι, „ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν.“ ὁ δὲ μὴ ὑποκριτὴς ἀλλὰ πᾶν τὸ ἀλλότριον ἀποθέμενος, ἐν τῷ παντὸς τοῦ προειρημένου θεάτρου καθ᾿ ὑπερβολὴν μείζονι ἑαυτὸν ἀρέσκειν εὐτρεπίζων, εἰσέρχεται εἰς τὸ ἑαυτοῦ „ταμεῖον,“ ἐπὶ τοῦ ἐναποτεθησαυρισμένου πλούτου τὸν „τῆς σοφίας καὶ γνώσεως“ θησαυρὸν ἑαυτῷ ἀποκλείσας· καὶ μηδαμῶς ἔξω νεύων μηδὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάν τε „τὴν θύραν“ τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μηδὲ ἐκείνων ἡ φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μηδὲ ἐγκαταλείποντι πατρὶ ἀλλ᾿ ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς. ἐγὼ γὰρ, φησὶ, „καὶ ὁ πατὴρ“ „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“ δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώμεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπολειπομένῳ ἀλλὰ παρόντι ἡμῶν „τῷ κρυπτῷ“ καὶ ἐφορῶντι αὐτὸ καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ „τὴν θύραν“ ἀποκλείσωμεν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
