# De oratione 21.2

Origen, De oratione, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/21.2

καὶ ἔοικέ γε ὁ πολυλογῶν βαττολογεῖν, καὶ ὁ βαττολογῶν πολυλογεῖν. οὐδὲν γὰρ ἓν τῆς ὕλης καὶ τῶν σωμάτων. ἀλλ᾿ ἕκαστον τῶν νομιζομένων ἓν ἔσχισται καὶ διακέκοπται καὶ διῄρηται εἰς πλείονα τὴν ἕνωσιν ἀπολωλεκός· ἓν γὰρ τὸ ἀγαθὸν πολλὰ δὲ τὰ αἰσχρὰ, καὶ ἓν ἡ ἀλήθεια πολλὰ δὲ τὰ ψευδῆ, καὶ ἓν ἡ ἀληθὴς δικαιοσύνη, πολλαὶ δὲ ἕξεις ταύτην ὑποκρίνονται, καὶ ἓν ἡ τοῦ θεοῦ σοφία, πολλαὶ δὲ αἱ καταργούμεναι „τοῦ αἰῶνος τούτου“ καὶ „τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου.“ καὶ εἷς μὲν ὁ τοῦ θεοῦ λόγος, πολλοὶ δὲ οἱ ἀλλότριοι τοῦ θεοῦ. διὰ τοῦτο οὐδεὶς ἐκφεύξεται „ἁμαρτίαν“ „ἐκ πολυλογίας,“ καὶ οὐδεὶς δοκῶν „ἐκ πολυλογίας“ εἰσακουσθήσεσθαι εἰσακούεσθαι δύναται. διόπερ οὐχ ὁμοιωτέον ἐστὶ τὰς εὐχὰς ἡμῶν τοῖς ἐθνικοῖς βαττολογοῦσιν ἢ πολυλογοῦσιν ἢ ὅ τι δή ποτε πράττουσι „κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως“· „οἶδε γὰρ“ ὁ τῶν ἁγίων θεὸς, „πατὴρ“ ὢν, „ὧν χρείαν“ ἔχουσιν οἱ υἱοὶ αὐτοῦ, ἐπεὶ ἄξια τυγχάνει τῆς πατρικῆς γνώσεως. εἰ δέ τις ἀγνοεῖ τὸν θεὸν, καὶ τὰ τοῦ θεοῦ ἀγνοεῖ, ἀγνοεῖ δὲ τὰ „ὧν χρείαν“ ἔχει· διημαρτημένα γάρ ἐστι τὰ „ὧν χρείαν“ ἔχειν νομίζει· ὁ δὲ τεθεωρηκὼς ὧν ἐστιν ἐνδεὴς κρειττόνων καὶ θειοτέρων, γινωσκομένων ὑπὸ θεοῦ τεύξεται ὧν τεθεώρηκε καὶ ἐγνωσμένων τῷ πατρὶ καὶ πρὸ τῆς αἰτήσεως. τούτων δὴ εἰς τὰ πρὸ τῆς ἐν τῷ κατὰ Ματθαῖον εὐχῆς εἰρημένων, ἤδη θεασώμεθα καὶ τὰ δηλούμενα ἀπὸ τῆς εὐχῆς.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
