# De oratione 23.2

Origen, De oratione, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/23.2

οὐχὶ δέ γε ταῦτα τοπικῆς μεταβάσεως νοουμένης περὶ τὸν πατέρα καὶ τὸν υἱὸν πρὸς τὸν ἀγαπῶντα τὸν λόγον τοῦ Ἰησοῦ γίνεται, οὐδ᾿ ἄρα τοπικῶς ταῦτα ἐκδεκτέον· ἀλλ᾿ ὁ λόγος τοῦ θεοῦ, ἡμῖν συγκαταβαίνων καὶ ὡς πρὸς τὴν ἰδίαν ἀξίαν, ὅτε παρὰ ἀνθρώποις ἐστὶ, ταπεινούμενος, μεταβαίνειν λέγεται „ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα,“ ὅπως καὶ ἡμεῖς ἐκεῖθι τέλειον αὐτὸν θεασώμεθα, ἀπὸ τῆς παρ᾿ ἡμῖν κενότητος, ἣν „ἐκένωσεν ἑαυτὸν,“ ἐπὶ τὸ ἴδιον „πλήρωμα“ παλινδρομοῦντα· ἔνθα καὶ ἡμεῖς, αὐτῷ ὁδηγῷ χρώμενοι, πληρωθέντες πάσης κενότητος ἀπαλλαγησόμεθα. ἀπιέτω τοίνυν „πρὸς τὸν πέμψαντα“ αὐτὸν ἀφεὶς τὸν κόσμον ὁ τοῦ θεοῦ λόγος, καὶ „πρὸς τὸν πατέρα“ πορευέσθω. καὶ τὸ ἐπὶ τέλει δὲ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· „μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου“ μυστικώτερον νοῆσαι ζητήσωμεν· τῆς ἀναβάσεως „πρὸς τὸν πατέρα“ τοῦ υἱοῦ θεοπρεπέστερον μετὰ ἁγίας τρανότητος ἡμῖν νοουμένης, ἥντινα ἀνάβασιν νοῦς μᾶλλον ἀναβαίνει σώματος.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
