Ancient Greek
Chapter 24
Origen, De oratione 24.1
Not analysed yet
„Ἁγιασθήτω τὸ ὄνομά σου. “ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ, φανερὸν ὅσον ἐπὶ τῇ λέξει ἐνταῦθα, ὡς μηδέπω ἁγιασθέντος τοῦ ὀνόματος τοῦ πατρὸς, κελεύεσθαι λέγειν ἡμᾶς κατά γε τὸν Ματθαῖον καὶ τὸν Λουκᾶν τό· „ἁγιασθήτω τὸ ὄνομά σου. “καὶ πῶς, εἴποι τις ἂν, ἄνθρωπος ἀξιοῖ ἁγιάζεσθαι „τὸ ὄνομα“ τοῦ θεοῦ ὡς μὴ ἡγιασμένον; τί „τὸ ὄνομα“ τοῦ πατρὸς καὶ τί τὸ ἀγιάζεσθαι αὐτὸ, κατανοήσωμεν.