# De oratione 25.1

Origen, De oratione, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/25.1

„Ἐλθέτω ἡ βασιλεία σου.“ εἰ „ἡ βασιλεία τοῦ θεοῦ“ κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν „μετὰ παρατηρήσεως“ „οὐκ ἔρχεται,“ „οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ,“ ἀλλὰ „ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς“ ἡμῶν „ἐστιν“ („ἐγγὺς“ γὰρ „τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματι“ ἡμῶν „καὶ ἐν τῇ καρδίᾳ“ ἡμῶν), δῆλον οτι ὁ εὐχόμενος ἐλθεῖν τὴν βασιλείαν τοῦ θεοῦ περὶ τοῦ τὴν ἐν αὐτῷ βασιλείαν τοῦ θεοῦ ἀνατεῖλαι καὶ καρποφορῆσαι καὶ τελειωθῆναι εὐλόγως εὔχεται· παντὸς μὲν ἁγίου ὑπὸ θεοῦ βασιλευομένου καὶ τοῖς πνευματικοῖς νόμοις τοῦ θεοῦ πειθομένου, οἱονεὶ εὐνομουμένην πόλιν οἰκοῦντος ἑαυτόν· παρόντος αὐτῷ τοῦ πατρὸς καὶ συμβασιλεύοντος τῷ πατρὶ τοῦ Χριστοῦ ἐν τῇ τετελειωμένῃ ψυχῇ κατὰ τὸ εἰρημένον, οὗ πρὸ βραχέος ἐμνημόνευον· „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα“ (καὶ οἶμαι νοεῖσθαι θεοῦ μὲν βασιλείαν τὴν μακαρίαν τοῦ ἡγεμονικοῦ κατάστασιν καὶ τὸ τεταγμένον τῶν σοφῶν διαλογισμῶν, Χριστοῦ δὲ βασιλείαν τοὺς προϊόντας σωτηρίους τοῖς ἀκούουσι λόγους καὶ τὰ μὲν ἐπιτελούμενα ἔργα δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν· λόγος γὰρ καὶ δικαιοσύνη ὁ υἱὸς τοῦ θεοῦ)· παντὸς (δὲ) ἁμαρτωλοῦ κατατυραννουμένου ὑπὸ τοῦ ἄρχοντος „τοῦ αἰῶνος τούτου,“ ἐπεὶ πᾶς ἁμαρτωλὸς τῷ ἐνεστῶτι αἰῶνι πονηρῷ ᾠκείωται, μὴ ἐμπαρέχων ἑαυτὸν τῷ δόντι „ἑαυτὸν περὶ τῶν ἁμαρτωλῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ“ καὶ „ἐξέληται“ „κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν“ κατὰ τὰ ἐν τῇ πρὸς Γαλάτας εἰρημένα ἐπιστολῇ. ὁ δὲ κατατυραννούμενος ὑπὸ τοῦ ἄρχοντος τούτου τοῦ αἰῶνος τῷ ἑκουσίῳ τῆς ἁμαρτίας καὶ βασιλεύεται ὑπὸ τῆς ἁμαρτίας· διόπερ κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· „μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτῆς.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
