# De oratione 25.2

Origen, De oratione, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/25.2

ἀλλ᾿ ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε „ἁγιασθήτω τὸ ὄνομά σου“ καὶ τὸ „ἐλθέτω ἡ βασιλεία σου,“ ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι ἁγιασθήσεταί ποτε τινὶ κατὰ τὰ προειρημένα „τὸ ὄνομα“ τοῦ θεοῦ, ᾧ καὶ „ἡ βασιλεία“ τοῦ θεοῦ ἐνστήσεται. εἰ δὲ ταῦτ᾿ αὐτῷ ἔσται, πῶς ἔτι καθηκόντως εὔξεται περὶ τῶν παρόντων ἤδη ὡς μὴ παρόντων λέγων· „ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου“; εἰ δὲ τοῦτο, ἔσται ποτὲ καθῆκον μὴ λέγειν· „ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.“ λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου „γνώσεως“ τυχεῖν καὶ λόγου „σοφίας“ καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα „σοφίας“ καὶ „γνώσεως“ ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν „ἐκ μέρους“ γινώσκων μὲν ὅσα ποτ᾿ ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ (δὲ) τελείου καὶ καταργοῦντος „τὸ ἐκ μέρους“ „τότε“ φανερωθησομένου, ὅτε „πρόσωπον πρὸς πρόσωπον“ ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς· οὕτως „τὸ τέλειον“ τοῦ ἁγιασθῆναι ἑκάστῳ ἡμῶν „τὸ ὄνομα“ τοῦ θεοῦ καὶ τοῦ ἐνστῆναι αὐτοῦ τὴν βασιλείαν οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ „ἔλθῃ“ καὶ „τὸ“ περὶ τῆς „γνώσεως“ καὶ „σοφίας“ „τέλειον“ τάχα δὲ καὶ τῶν λοιπῶν ἀρετῶν. ὁδεύομεν δὲ ἐπὶ τὴν τελειότητα, ἐὰν „τοῖς“ „ἔμπροσθεν“ ἐπεκτεινόμενοι τῶν ὄπισθεν ἐπιλανθανώμεθα. τῇ οὖν ἐν ἡμῖν βασιλείᾳ τοῦ θεοῦ ἡ ἀκρότης ἀδιαλείπτως προκόπτουσιν ἐνστήσεται, ὅταν πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι ὁ Χριστὸς, πάντων αὐτῷ τῶν ἐχθρῶν ὑποταγέντων, παραδώσει „τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ,“ „ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι.“ διὰ τοῦτο „ἀδιαλείπτως“ προσευχόμενοι μετὰ διαθέσεως τῷ λόγῳ θεοποιουμένης λέγωμεν τῷ ἐν οὐρανοῖς πατρὶ ἡμῶν· „ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
