# De oratione 25.3

Origen, De oratione, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/25.3

ἔτι δὲ περὶ τῆς τοῦ θεοῦ βασιλείας καὶ τοῦτο διαληπτέον, ὅτι, ὥσπερ οὐκ ἔστι „μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ“ οὐδὲ „κοινωνία φωτὶ πρὸς σκότος“ οὐδὲ „συμφώνησις Χριστῷ πρὸς Βελίαρ,“ οὕτως ἀσυνύπαρκτόν ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ βασιλεία τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς „βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,“ μηδὲ ὑπακούωμεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ „τὰ ἔργα τῆς σαρκὸς“ καὶ τὰ ἀλλότρια τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν· ἀλλὰ νεκρώσαντες „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς“ καρποφορῶμεν τοὺς καρποὺς „τοῦ πνεύματος.“ ἵνα ὡς „ἐν“ „παραδείσῳ“ πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ. βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν „ἐκ δεξιῶν“ καθημένῳ ἧς εὐχόμεθα λαβεῖν „δυνάμεως“ πνευματικῆς καὶ καθεζομένῳ, „ἕως“ πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται „ὑποπόδιον τῶν ποδῶν“ αὐτοῦ καὶ καταργηθῇ ἀφ᾿ ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ᾿ ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ· „ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος,·“ ἤδη τοίνυν „τὸ φθαρτὸν“ ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ „ἀφθαρσίαν,“ „καὶ τὸ θνητὸν“ ἀμφιεσάσθω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν „ἀθανασίαν“· ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
