# De oratione 26.3

Origen, De oratione, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/26.3

ζητήσαι δ᾿ ἄν τις διὰ τὸ „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λέγων· πῶς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ „ἐν οὐρανῷ,“ ὅπου ἐστὶ „τὰ πνευματικὰ τῆς πονηρίας,“ δι᾿ ἃ μεθυσθήσεται „ἡ μάχαιρα“ τοῦ θεοῦ καὶ „ἐν τῷ οὐρανῷ“; εἰ δὲ οὕτως εὐχόμεθα γενηθῆναι „ἐπὶ“ τῆς „γῆς“ „τὸ θέλημα“ τοῦ θεοῦ, ὥσπερ γίνεται „ἐν οὐρανῷ,“ μή ποτε λεληθότως εὐξώμεθα μένειν „ἐπὶ γῆς“ καὶ τὰ ἐναντία, ὅπου ἀπ᾿ οὐρανοῦ καὶ ταῦτα ἔρχεται, πολλῶν φαύλων γινομένων „ἐπὶ γῆς“ διὰ τὰ ἡττῶντα „πνευματικὰ τῆς πονηρίας,“ ὄντα „ἐν τοῖς ἐπουρανίοις.“ ὁ μὲν οὖν τις ἀλληγορῶν τὸν οὐρανὸν καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, γῆν δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως (ἄξι)ος „θρόνος“ τοῦ πατρὸς ὡς ὁ Χριστός; ποῖον δὲ „ὑποπόδιον τῶν ποδῶν“ τοῦ θεοῦ ὡς ἡ ἐκκλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι „τὸ“ πατρικὸν „θέλημα,“ ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι „τὸ θέλημα“ αὐτοῦ τοῦ πατρὸς καὶ πᾶν αὐτὸ τελειώσας· δυνατὸν γὰρ κολληθέντα αὐτῷ „ἓν“ γενέσθαι „πνεῦμα“ σὺν αὐτῷ, διὰ τοῦτο χωροῦντα „τὸ θέλημα,“ ἵν᾿ „ὡς“ τετέλεσται „ἐν οὐρανῷ,“ οὕτω τελεσθῇ „καὶ ἐπὶ γῆς“· „ὁ κολλώμενος“ γὰρ „τῷ κυρίῳ“ κατὰ τὸν Παῦλον „ἓν πνεῦμά ἐστι.“ καὶ οἶμαι ὅτι οὐκ εὐκαταφρόνητος ἔσται αὕτη ἡ ἑρμηνεία τῷ ἐπιμελέστερον κατανοοῦντι αὐτήν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
