Ancient Greek
Chapter 27
Origen, De oratione 27.10
Not analysed yet
οὗτος δὴ ὁ ἐπιούσιος ἄρτος ἄλλῳ ὀνόματι δοκεῖ μοι ἐν τῇ γραφῇ „ξύλον ζωῆς“ ὠνομάσθαι, ἐφ᾿ ὅπερ ὁ ἐκτείνας „τὴν χεῖρα“ καὶ λαβὼν ἀπ᾿ αὐτοῦ „ζήσεται εἰς τὸν αἰῶνα. “καὶ τρίτῳ ὀνόματι τοῦτο τὸ „ξύλον“ „σοφία“ τοῦ θεοῦ ὀνομάζεται παρὰ τῷ Σολομῶντι διὰ τούτων· „ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ὡς ἐπὶ κύριον ἀσφαλής. “ἐπεὶ δὲ καὶ οἱ ἄγγελοι σοφίᾳ τρέφονται θεοῦ, ἀπὸ τῆς κατὰ τὴν ἀλήθειαν μετὰ σοφίας θεωρίας δυναμούμενοι πρὸς τὸ τὰ ἴδια ἔργα ἐπιτελεῖν, λέγεται ἐν ψαλμοῖς καὶ τοὺς ἀγγέλους τρέφεσθαι. κοινωνούντων τῶν ἀνθρώπων τοῦ θεοῦ, οἵτινες Ἑβραῖοι προσαγορεύονται, τοῖς ἀγγέλοις καὶ οἱονεὶ καὶ συνεστίων αὐτοῖς γινομένων. τοιοῦτον δέ ἐστι τὸ „ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. “μὴ γὰρ ἐπὶ τοσοῦτον πτωχεύσαι ὁ νοῦς ἡμῶν, ὡς οἰηθῆναι σωματικοῦ τινος ἄρτου, τοῦ ἱστορουμένου οὐρανόθεν ἐπὶ τοὺς ἐξεληλυθότας τὴν Αἴγυπτον καταβεβηκέναι, τοὺς ἀγγέλους ἀεὶ μεταλαμβάνοντας τρέφεσθαι, τούτου αὐτοῦ κεκοινωνηκότων τῶν Ἑβραίων τοῖς ἀγγέλοις, τοῖς λειτουργικοῖς τοῦ θεοῦ πνεύμασιν.