Ancient Greek
Chapter 27
Origen, De oratione 27.12
Not analysed yet
τοῦ μὲν οὖν ἐπιουσίου ὁ μεταλαμβάνων ἄρτου στηριζόμενος τὴν „καρδίαν“ υἱὸς θεοῦ γίνεται· „τοῦ“ δὲ „δράκοντος“ ὁ μετέχων οὐκ ἄλλος ἐστὶ τοῦ νοητοῦ Αἰθίοπος, διὰ τὰς τοῦ „δράκοντος“ ἄρκυς μεταβάλλων καὶ αὐτὸς εἰς ὄφιν, ὥστε ὑπὸ τοῦ λόγου ονειδιζόμενον αὐτὸν, κἂν λέγῃ βαπτίζεσθαι θέλειν, ἀκούειν· „ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; “λέγει δὲ περὶ τοῦ δρακοντείου σώματος ὑπὸ τῶν Αἰθιόπων ἑστιωμένου ὁ Δαυῒδ ταῦτα· „συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, (σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος,) ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. “εἰ δὲ μὴ ἀπεμφαίνει. οὐσιωδῶς ὑφεστῶτος τοῦ υἱοῦ τοῦ θεοῦ ὑφεστῶτος δὲ καὶ τοῦ ἀντικειμένου, ἑκάτερον αὐτῶν τροφὴν γίνεσθαι τοῦδε ἢ τοῦδε, τί ὀκνοῦμεν παραδέξασθαι ἐπί γε πασῶν τῶν δυνάμεων κρειττόνων καὶ χειρόνων καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ δύνασθαι τρέφεσθαι ἀπὸ πάντων τούτων ἕνα ἕκαστον ἡμῶν; κοινωνεῖν γοῦν τῷ ἑκατοντάρχῳ Κορνηλίῳ καὶ τοῖς ἅμα συναχθεῖσιν ἐν τῇ Καισαρείᾳ ὁ Πέτρος μέλλων μετὰ δὲ ταῦτα καὶ τοῖς ἔθνεσι μεταδώσειν τῶν λόγων τοῦ θεοῦ, ὁρᾷ τὸ „τέτταρσιν ἀρχαῖς καθιέμενον“ οὐρανόθεν „σκεῦος. “„ἐν ᾧ“ „πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς“· ὅτε καὶ κελεύεται „ἀναστὰς“ θῦσαι καὶ φαγεῖν, προστασσόμενος μετὰ τὸ παραιτούμενον αὐτὸν εἰρηκέναι· σὺ οἶδας „ὅτι οὐδέ ποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου“ „μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον“ τῷ τὰ καθαρθέντα ὑπὸ θεοῦ μὴ δεῖν ὑπὸ Πέτρου κοινοῦσθαι· φησὶ γὰρ ἡ λέξις· „ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. “οὐκοῦν τὸ καθαρὸν βρῶμα καὶ τὸ ἀκάθαρτον κατὰ τὸν Μωϋσέως νόμον ἐν ὀνομασίαις διακρινόμενον πλειόνων ζῴων, τὴν ἀναφορὰν ἔχον ἐπὶ τὰ διάφορα ἤθη τῶν λογικῶν, διδάσκει τούσδε μὲν τροφίμους ἡμῖν τυγχάνειν τούσδε δὲ ἐναντίως ἔχειν, ἕως καθαρίσας πάντας ποιήσῃ τροφίμους ὁ θεὸς ἢ τοὺς ἀπὸ „παντὸς γένους. “