# De oratione 27.13

Origen, De oratione, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/27.13

τούτων δὴ οὕτως ἐχόντων καὶ τοσαύτης διαφορᾶς βρωμάτων οὔσης, εἷς παρὰ πάντας τοὺς εἰρημένους ἐστὶν ὁ ἐπιούσιος ἄρτος, περὶ οὗ εὔχεσθαι δεῖ, ἵνα ἐκείνου ἀξιωθῶμεν καὶ τρεφόμενοι τῷ „ἐν ἀρχῇ“ „πρὸς θεὸν“ θεῷ λόγῳ θεοποιηθῶμεν. ἐρεῖ δέ τις τὸ „ἐπιούσιον“ παρὰ τὸ ἐπιέναι κατεσχηματίσθαι, ὥστε αἰτεῖν ἡμᾶς κελεύεσθαι τὸν ἄρτον τὸν οἰκεῖον τοῦ μέλλοντος αἰῶνος, ἵνα προλαβὼν αὐτὸν ὁ θεὸς ἤδη ἡμῖν δωρήσηται, ὥστε τὸ οἱονεὶ αὔριον δοθησόμενον „σήμερον“ ἡμῖν δοθῆναι, „σήμερον“ μὲν τοῦ ἐνεστῶτος αἰῶνος λαμβανομένου αὔριον δὲ τοῦ μέλλοντος. ἀλλὰ βελτίονος οὔσης τῆς προτέρας ἐκδοχῆς ὅσον ἐπ᾿ ἐμοὶ κριτῇ, τὸ περὶ τῆς „σήμερον“ παρὰ τῷ Ματθαίῳ τούτοις προσκείμενον ἢ τὸ „καθ᾿ ἡμέραν“ παρὰ τῷ Λουκᾷ γεγραμμένον ἐξετάσωμεν. ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα „σήμερον“ καλεῖσθαι, ὥσπερ ἐν τῷ „οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας“ καὶ „οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας“ καὶ „ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις ἕως τῆς σήμερον,“ καὶ ἐν τοῖς ψαλμοῖς· „σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.“ ἐν δὲ τῷ Ἰησοῦ σαφέστατα οὕτω τοῦτο εἴρηται· „μὴ ἀπόστητε ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις.“ εἰ δὲ „σήμερον“ ὁ πᾶς οὗτος αἰὼν, μή ποτε „ἐχθὲς“ ὁ παρεληλυθώς ἐστιν αἰών. τοῦτο δὲ ἐν ψαλμοῖς καὶ παρὰ τῷ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους λέγειν ὑπειλήφαμεν, ἐν ψαλμοῖς οὕτως· „χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν“ (ἥτις ποτέ ἐστιν ἡ διαβόητος χιλιονταετηρὶς, (ἣ) ὁμοιοῦται τῇ „ἐχθὲς“ ἡμέρᾳ. διαφερούσῃ τῆς „σήμερον“), παρὰ δὲ τῷ ἀποστόλῳ γέγραπται· „Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.“ καὶ οὐδὲν θαυμαστὸν τῷ θεῷ τὸν ὅλον αἰῶνα τῆς παρ᾿ ἡμῖν μιᾶς ἡμέρας διαστήματος λόγον ἔχειν, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ ἐλάττονος.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
