# De oratione 27.14

Origen, De oratione, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/27.14

καὶ ἐξεταστέον εἰ ἐπὶ αἰῶνας ἀναφέρονται οἱ λόγοι τῶν κατὰ τὰς „ἡμέρας“ ἢ „μῆνας“ ἢ „καιροὺς“ ἢ „ἐνιαυτοὺς“ ἀναγεγραμμένων ἑορτῶν ἢ πανηγύρεων. εἰ γὰρ „σκιὰν“ ἔχει „ὁ νόμος τῶν μελλόντων,“ ἀνάγκη τὰ πολλὰ σάββατα πολλῶν τινων ἡμερῶν εἶναι „σκιὰν“ καὶ τὰς νουμηνίας διὰ χρονικῶν διαστημάτων ἐνίστασθαι. οὐκ οἶδα ὑπὸ ποίας σελήνης συνοδευούσης τινὶ ἡλίῳ ἐπιτελουμένας. εἰ δὲ καὶ „πρῶτος“ „μὴν“ καὶ δεκάτη ἡμέρα „ἕως τεσσαρεσκαιδεκάτης“ καὶ τῶν ἀζύμων ἑορτὴ ἀπὸ τεσσαρεσκαιδεκάτης „ἕως μιᾶς καὶ εἰκάδος“ „σκιὰν“ περιέχει „μελλόντων,“ „τίς σοφὸς καὶ“ ἐπὶ τοσοῦτον θεῷ „φίλος,“ ὡς πλειόνων μηνῶν τὸν πρῶτον ἰδεῖν καὶ τὴν δεκάτην αὐτοῦ ἡμέραν καὶ τὰ ἑξῆς; τί δέ με δεῖ λέγειν περὶ τῆς ἑορτῆς τῶν ἑπτὰ ἑβδομάδων ἡμερῶν καὶ περὶ τοῦ ἑβδόμου μηνὸς (οὗ ἡ νεομηνία ἡμέρα „σαλπίγγων“ ἐστὶ, „τῇ“ δὲ „δεκάτῃ“ „ἡμέρα ἱλασμοῦ“), τῷ μόνῳ νομοθετήσαντι αὐτὰ θεῷ ἐγνωσμένων; τίς δὲ ἐπὶ τοσοῦτον τὸν Χριστοῦ κεχώρηκε νοῦν. ὡς τοὺς ἑβδόμους ἐνιαυτοὺς τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν καὶ „τῆς ἀφέσεως“ τῶν χρεῶν ἀνέσεώς τε ἀπὸ γεωργίας τῆς ἁγίας γῆς ἐκλαβεῖν; ἔστι δέ τις καὶ ἀνωτέρω τῆς διὰ ἑπτὰ ἐτῶν ἑορτῆς ὁ καλούμενος Ἰωβηλαῖος, ὅντινα κἂν ἐπὶ ποσὸν φαντασθῆναι εἶναί τι τρανῶς ἢ τοὺς ἐν αὐτῷ νόμους πληρωθησομένους ἀληθινοὺς οὐδενός ἐστι (πλὴν) τοῦ τὴν πατρικὴν βουλὴν περὶ τῆς ἐν ἅπασι τοῖς αἰῶσι διατάξεως κατὰ „τὰ“ „ἀνεξερεύνητα“ „αὐτοῦ“ „κρίματα“ καὶ τὰς ἀνεξιχνιάστους αὐτοῦ ὁδοὺς τεθεωρηκότος.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
