Ancient Greek
Chapter 27
Origen, De oratione 27.16
Not analysed yet
ταῦτα τοίνυν ὁ ἰδὼν καὶ τῇ διανοίᾳ αἰώνων ἑβδομάδα, ἵνα σαββατισμόν τινα ἅγιον θεωρήσῃ, ἐννοήσας καὶ αἰώνων μῆνα, ἵνα τὴν ἁγίαν τοῦ θεοῦ ἴδῃ νουμηνίαν, καὶ αἰώνων ἐνιαυτὸν, ἵνα συνίδῃ τὰς τοῦ ἐνιαυτοῦ γε ἑορτὰς, ὅτε δεῖ „πᾶν ἀρσενικὸν“ ἐνώπιον φαίνεσθαι „κυρίου θεοῦ,“ καὶ τηλικούτων αἰώνων τοὺς ἀνάλογον ἐνιαυτοὺς, ἵνα τὸ ἕβδομον ἅγιον ἔτος καταλαμβάνῃ, καὶ αἰώνων ἑβδοματικοὺς ἑπτὰ, ὅπως ὑμνήσῃ τὸν τηλικαῦτα νομοθετήσαντα, ἐξετάσας· πῶς δύναται μικρολογῆσαι περὶ τοῦ ἐλαχίστου μορίου ὥρας τῆς τοῦ τηλικούτου αἰῶνος ἡμέρας καὶ οὐχὶ πάντα ποιήσει, ἵνα ἀπὸ τῆς ἐνταῦθα παρασκευῆς ἄξιος γενόμενος τοῦ τυχεῖν τοῦ ἐπιουσίου ἄρτου ἐν τῇ „σήμερον“ ἡμέρᾳ λάβῃ αὐτὸν καὶ „καθ᾿ ἡμέραν,“ ἤδη σαφοῦς ἐκ τῶν προειρημένων γινομένου τοῦ „καθ᾿ ἡμέραν“; τῷ γὰρ ἐξ ἀπείρων ἐπ᾿ ἄπειρον ὄντι θεῷ οὐ μόνον περὶ τῆς „σήμερον“ ἀλλὰ καί πως τοῦ „καθ᾿ ἡμέραν“ ὁ „σήμερον“ εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι „ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν“ λαβεῖν οἷός τε ἔσται, ἵν᾿ οὕτως ὑπερβολικῶς εἴπω, καὶ τὰ ὑπὲρ „ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ“ τὰ ὑπὲρ ἃ „οὖς οὐκ ἤκουσε καὶ“ τὰ ὑπὲρ ἃ „ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. “