Ancient Greek
Chapter 27
Origen, De oratione 27.7
Not analysed yet
τί δὲ καὶ τὸ „ἐπιούσιον,“ ἤδη κατανοητέον. πρῶτον δὲ τοῦτο ἰστέον, ὅτι ἡ λέξις ἡ „ἐπιούσιον“ παρ᾿ οὐδενὶ τῶν Ἑλλήνων οὔτε τῶν σοφῶν ὠνόμασται οὔτε ἐν τῇ τῶν ἰδιωτῶν συνηθείᾳ τέτριπται, ἀλλ᾿ ἔοικε πεπλάσθαι ὑπὸ τῶν εὐαγγελιστῶν. συνηνέχθησαν γοῦν ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς περὶ αὐτῆς μηδαμῶς διαφερούσης, αὐτὴν ἐξενηνοχότες. τὸ ὅμοιον δὲ καὶ ἐπ᾿ ἄλλων οἱ ἑρμηνεύοντες τὰ Ἑβραϊκὰ πεποιήκασιν. τίς γάρ ποτε Ἑλλήνων ἐχρήσατο τῇ „ἐνωτίζου“ προσηγορίᾳ ἢ τῇ „ἀκουτίσθητι“ ἀντὶ τοῦ „εἰς τὰ ὦτα δέξαι“ καὶ „ἀκοῦσαι ποίει σ(ε)“; ἰσομοία τῇ „ἐπιούσιον“ προσηγορίᾳ ἐστὶ παρὰ Μωϋσεῖ γεγραμμένη, ὑπὸ θεοῦ εἰρημένη· „ὑμεῖς δὲ ἔσεσθέ μοι“ „λαὸς περιούσιος. “καὶ δοκεῖ μοι ἑκατέρα λέξις παρὰ τὴν οὐσίαν πεποιῆσθαι, ἡ μὲν τὸν εἰς τὴν οὐσίαν συμβαλλόμενον ἄρτον δηλοῦσα, ἡ δὲ τὸν περὶ τὴν οὐσίαν καταγινόμενον λαὸν καὶ κοινωνοῦντα αὐτῇ σημαίνουσα.