Ancient Greek
Chapter 28
Origen, De oratione 28.1
Not analysed yet
„Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν,“ ἢ ὡς Λουκᾶς· „καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφήκαμεν παντὶ ὀφείλοντι ἡμῖν. “περὶ τῶν ὀφειλημάτων καὶ ὁ ἀπόστολος λέγει· „ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς. τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὴν τιμὴν τὴν τιμήν· μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν. “ὀφείλομεν τοιγαροῦν ἔχοντές τινα καθήκοντα οὐ μόνον ἐν τῇ δόσει ἀλλὰ καὶ λόγῳ προσηνεῖ καὶ τοῖσδέ τισι τοῖς ἔργοις, ἀλλὰ καὶ διάθεσίν τινα τοιάνδε ὀφείλομεν ἔχειν πρὸς αὐτούς. ταῦτα δὴ ὀφείλοντες ἤτοι ἀποδίδομεν διὰ τοῦ ἐπιτελεῖν τὰ προστασσόμενα ὑπὸ τοῦ θείου νόμου, ἢ τῷ καταφρονεῖν τοῦ ὑγιοῦς λόγου μὴ ἀποδιδόντες μένομεν ἐν τῷ ὀφείλειν.