Ancient Greek
Chapter 28
Origen, De oratione 28.3
Not analysed yet
καὶ ἐπὶ τούτοις πᾶσι τὸ ὑπὲρ πάντα „ποίημα“ καὶ πλάσμα ὄντες τοῦ θεοῦ ὀφείλομέν τινα διάθεσιν σῴζειν πρὸς αὐτὸν καὶ ἀγάπην τὴν „ἐξ ὅλης καρδίας“ „καὶ ἐξ ὅλης ἰσχύος“ „καὶ ἐξ ὅλης διανοίας“· ἅτινα ἐὰν μὴ κατορθώσωμεν, ὀφειλέται μένομεν θεοῦ, ἁμαρτάνοντες εἰς κύριον. καὶ τίς ἐπὶ τούτοις εὔξεται περὶ ἡμῶν; „ἐὰν“ γὰρ „ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν (δὲ) εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; “ὥς φησιν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ὁ Ἠλεί. ἀλλὰ καὶ Χριστοῦ ὠνησαμένου ἡμᾶς τῷ ἰδίῳ αἵματι ὀφειλέται ἐσμὲν, ὥσπερ καὶ πᾶς οἰκέτης τοῦ ὠνησαμένου ἐστὶν ὀφειλέτης τοῦ τοσοῦδε δοθέντος ὑπὲρ αὐτοῦ χρήματος. ἔστι τις ἡμῖν καὶ πρὸς „τὸ ἅγιον πνεῦμα“ ὀφειλὴ, ἀποδιδομένη, ὅτε οὐ λυποῦμεν αὐτὸ, „ἐν ᾧ“ ἐσφραγίσθημεν „εἰς ἡμέραν ἀπολυτρώσεως,“ καὶ μὴ λυποῦντες αὐτὸ φέρομεν τοὺς καρποὺς, οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζῳοποιοῦντος ἡμῶν τὴν ψυχήν. εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων „τοῦ ἐν οὐρανοῖς“ „πατρὸς“ „τὸ πρόσωπον,“ ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται ὅτι κἀκείνῳ ὀφειλέται τινῶν ἐσμεν. εἰ δὲ καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων. ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ ὀφειλέτης ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶν, ἅπερ μὴ πράξας τις ὡς τὸ πᾶν ὑβρίσας θέατρον κολάζεται· οὕτως καὶ ἡμεῖς „τῷ“ ὅλῳ „κόσμῳ“ „καὶ“ τοῖς πᾶσιν „ἀγγέλοις“ τῷ τε τῶν ἀνθρώπων γένει ὀφείλομεν ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα.