# De oratione 28.4

Origen, De oratione, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/28.4

χωρὶς δὲ τούτων καθολικωτέρων ὄντων ἔστι τις χήρας προνοουμένης ὑπὸ τῆς ἐκκλησίας ὀφειλὴ καὶ ἑτέρα διακόνου καὶ ἄλλη πρεσβυτέρου. καὶ ἐπισκόπου δὲ ὀφειλὴ βαρυτάτη ἐστὶν, ἀπαιτουμένη ὑπὸ τοῦ τῆς ὅλης ἐκκλησίας σωτῆρος καὶ ἐκδικουμένη, εἰ μὴ ἀποδιδοῖτο. ἤδη δὲ ὁ ἀπόστολος ὀφειλήν τινα κοινὴν ὠνόμασεν ἀνδρὸς καὶ γυναικὸς λέγων· „τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί“· καὶ ἐπιφέρει· „μὴ ἀποστερεῖτε ἀλλήλους.“ καὶ τί με δεῖ λέγειν, παρὸν τὰ ἑαυτῶν ἀναλέγεσθαι ἐκ τῶν εἰρημένων τοὺς ἐντυγχάνοντας τῇδε τῇ γραφῇ, ὅσα ὀφείλοντες ἤτοι μὴ ἀποδιδόντες κατασχεθησόμεθα ἢ ἀποδιδόντες ἐλευθερωθησόμεθα; πλὴν οὐκ ἔστιν ἐν τῷ βίῳ ὄντα πάσης ὥρας νυκτὸς καὶ ἡμέρας μὴ ὀφείλειν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
