# De oratione 28.5

Origen, De oratione, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/28.5

ἀλλ᾿ ἐν τῷ ὀφείλειν ἤτοι ἀποδίδωσί τις ἢ ἀποστερεῖ τὴν ὀφειλήν· καὶ δυνατόν γε ἐν τῷ βίῳ ἀποδιδόναι. δυνατὸν δὲ καὶ ἀποστερεῖν. καὶ τινὲς μὲν οὐδενὶ ὀφείλουσιν οὐδέν· τινὲς δὲ τὰ πλεῖστα ἀποτιννύντες (ὀλίγα ὀφείλουσι, τινὲς δὲ) ὀλίγα ἀποδιδόντες τὰ πλείονα ὀφείλουσι· καὶ τάχα ἔστιν ὁ μηδὲν ἀποδιδοὺς ἀλλὰ πάντα ὀφείλων. καὶ ὁ ἀποδιδοὺς μέντοι γε πάντα, ὥστε μηδὲν ὀφείλειν, χρόνῳ ποτὲ τοῦτο κατορθοῖ, δεόμενος ἀφέσεως περὶ τῶν προτέρων ὀφειλῶν· ἧστινος ἀφέσεως εὐλόγως δύναται τυχεῖν ὁ φιλοτιμησάμενος ἀπό τινος χρόνου τοιοῦτος γενέσθαι, ὥστε μηδὲν ὀφείλειν τῶν ἐπιβαλλόντων ὡς οὐκ ἀποδιδομένων. αὗται δὲ αἱ παράνομοι ἐνέργειαι, ἐν τῷ ἡγεμονικῷ τυπούμεναι, „τὸ καθ᾿ ἡμῶν“ γίνονται „χειρόγραφον,“ ἀφ᾿ οὗ δικασθησόμεθα, δίκην βίβλων τῶν ὑπὸ πάντων, ἵν᾿ οὕτως εἴπω, κεχειρογραφημένων προαχθησομένων, ὅτε „πάντες παραστησόμεθα τῷ βήματι“ „τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἅ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.“ κατὰ ταύτας τὰς ὀφειλὰς καὶ τὸ ἐν ταῖς Παροιμίαις λέγεται· „μὴ δίδου σεαυτὸν εἰς ἐγγύην ὁ αἰσχυνόμενος πρόσωπον· εἰ γὰρ οὐχ ἕξει πόθεν ἀποδώσει, λήψονται τὸ σὸν στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
