# De oratione 28.6

Origen, De oratione, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/28.6

εἰ δὲ τοσούτοις ὀφείλομεν, πάντως καὶ ἡμῖν τινες ὀφείλουσιν· οἱ μὲν γὰρ ὀφείλουσιν ἡμῖν ὡς ἀνθρώποις οἱ δὲ ὡς πολίταις, ἄλλοι δὲ ὡς πατράσι καί τινες ὡς υἱοῖς, καὶ μετὰ τούτους ὡς ἀνδράσι γυναῖκες ἢ ὡς φίλοις φίλοι. ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν ὀφειλετῶν ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθηκόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολλάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεόν. μεμνημένοι γὰρ ὧν ὀφειλέται ὄντες οὐκ ἀποδεδώκαμεν ἀλλὰ ἀπεστερήσαμεν παραδραμόντος τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν ἡμᾶς τάδε τινὰ πρὸς τὸν πλησίον πεποιηκέναι, πρᾳότεροι ἐσόμεθα πρὸς τοὺς καὶ ἡμῖν ὀφλήσαντας καὶ μὴ ἀποδεδωκότας τὴν ὀφειλήν· καὶ μάλιστα ἐὰν μὴ ἐπιλανθανώμεθα τῶν εἰς τὸ θεῖον ἡμῖν παρανενομημένων καὶ τῆς „εἰς τὸ ὕψος“ ἀδικίας ἡμῖν λελαλημένης ἤτοι κατὰ ἄγνοιαν τῆς ἀληθείας ἢ κατὰ δυσαρέστησιν τὴν πρὸς τὰ συμβάντα ἡμῖν περιστατικά.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
