# De oratione 28.7

Origen, De oratione, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/28.7

εἰ δὲ μὴ βουλόμεθα πρᾳότεροι γίνεσθαι πρὸς τοὺς ἡμῖν ὀφλήσαντας, πεισόμεθα τὰ τοῦ τὰ „ἑκατὸν δηνάρια“ τῷ ὁμοδούλῳ μὴ συγχωρήσαντος. ὅντινα προσυγχωρηθέντα κατὰ τὴν κειμένην ἐν τῷ εὐαγγελίῳ παραβολὴν ἐνειλήσας ἐκπράσσει ὁ δεσπότης τὰ προσυγκεχωρημένα, λέγων αὐτῷ· „πονηρὲ δοῦλε καὶ ὀκνηρὲ,“ „οὐκ ἔδει ἐλεῆσαί σε τὸν σύνδουλόν σου, ὡς κἀγώ σε ἠλέησα;“ βάλετε αὐτὸν „εἰς“ τὴν „φυλακὴν,“ „ἕως ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.“ ἐπιφέρει δὲ τούτοις ὁ κύριος· „οὕτως καὶ ὑμῖν ὁ πατὴρ ὁ οὐράνιος ποιήσει, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.“ λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν ἀφετέον, κἂν πολλάκις τοῦτο ὁ ὀφειλέτης ἡμῶν ποιῇ· „ἐὰν“ γὰρ „ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,“ φησὶν, „εἰς δὲ“ „ὁ ἀδελφός σου“ „καὶ ἑπτάκις ἐπιστρέψῃ λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.“ οὐχ ἡμεῖς δὲ χαλεποὶ πρὸς τοὺς μὴ μετανοοῦντας, ἀλλ᾿ ἑαυτοῖς οἱ τοιοῦτοί εἰσι πονηροί· „ὁ“ γὰρ „ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν“· πλὴν καὶ ἐπὶ τῶν τοιούτων τὴν θεραπείαν παντὶ τρόπῳ ζητητέον ἐγγενέσθαι τῷ τὰ πάντα διαστραφέντι, ὡς μηδὲ συναισθέσθαι τῶν ἰδίων κακῶν μεθύειν δὲ μέθην ὀλεθριωτέραν τῆς „ἀπὸ οἴνου,“ τὴν ἀπὸ τοῦ σκοτισμοῦ τῆς κακίας.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
